05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

Embed Size (px)

Citation preview

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    1/169

    1

    Τὴν ἑσπέραν τῆς Μεγάλης Πέµπτης.Ὁ ὄρθρος τῶν παθῶν τοῦ Κυρίου.

    Ἱερεύς: Ε ὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε,νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀναγνώστης: Ἀμήν.Ἱερεύς: Δόξα σοι ὁ Θεός ἡμῶν, δόξα σοι.Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα

    τῆς Ἀληθείας, ὁ Πανταχοῦ Παρὼν καὶ τὰ ΠάνταΠληρῶν, ὁ Θησαυρὸς τῶν Ἀγαθῶν καὶ ΖωῆςΧορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶκαθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον,Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.

    Ἀ ναγνώστης: Ἀμήν. Ἅγιος ὁ Θεός, ἍγιοςἸσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ΄)

    Δ όξα... Καὶ νῦν ...Π αναγία Τριάς, ἐλέησον ἡμᾶς.

    Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,Δ έσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.Ἅ γιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας

    ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε,

    ἐλέησον.Δ όξα... Καὶ νῦν ...

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    2/169

    2

    Π άτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτωτὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτωτὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖνσήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶμὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαιἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

    Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ὁ Ἀναγνώστης: Ἀμήν. Κύριε ἐλέησον ( ιβ΄)

    Δ όξα... Καὶ νῦν ...Δ εῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν

    τῷ βασιλεῖ ἡμῶν Θεῷ.Δ εῦτε, προσκυνήσωμεν καὶ προσπέσωμενΧριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

    Δ εῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεναὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

    ΨΑΛΜΟΣ ΙΘ΄.(19)

    Ἐ πακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως·ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακὼβ.Ἐ ξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ

    Σιὼν ἀντιλάβοιτό σου.Μνησθείη πάσης θυσίας σου, καὶ τὸ

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    3/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    4/169

    4

    Τ ὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκαςαὐτῷ, καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκἐστέρησας αὐτόν .Ὅ τι προέφθασας αὐτὸν ἐν εὐλογίαις

    χρηστότητος· ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦστέφανον ἐκ λίθου τιμίου.

    Ζ ωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷμακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.

    Μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου·δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ᾽ αὐτόν.Ὅ τι δῴης αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος·

    εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου

    σου.Ὅ τι ὁ Βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον, καὶ ἐντῷ ἐλέει τοῦ Ὑψίστου οὐ μὴ σαλευθῇ.

    Ε ὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου·ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε.

    Ὅ τι θήσεις αὐτοὺς ὡς κλίβανον πυρός, εἰςκαιρὸν τοῦ προσώπου σου.Κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς,

    καὶ καταφάγεται αὐτοὺς πῦρ.Τ ὸν καρπὸν αὐτῶν ἀπὸ τῆς γῆς ἀπολεῖς,

    καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων.Ὅ τι ἔκλιναν εἰς σὲ κακά, διελογίσαντο

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    5/169

    5

    βουλάς, αἷς οὐ μὴ δύνωνται στῆναι.Ὅ τι θήσεις αὐτοὺς νῶτον· ἐν τοῖς

    περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωποναὐτῶν.Ὑ ψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου· ᾄσομεν

    καὶ ψαλοῦμεν τὰς δυναστείας σου.Δ όξα... Καὶ νῦν ...

    Ἀ ναγνώστης: Ἀμήν.Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, ἍγιοςἈθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ΄)

    Π αναγία Τριάς, ἐλέησον ἡμᾶς.Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,

    Δ έσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.Ἅ γιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας

    ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε,

    ἐλέησον.

    Δ όξα... Καὶ νῦν ...Π άτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω

    τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτωτὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖνσήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    6/169

    6

    μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαιἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

    Ἱερεύς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ἀ ναγνώστης: Ἀμήν..

    ΤροπάριαΣ ῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον

    τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι,κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸνφυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

    Δ όξα... Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ

    ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς

    σου δώρησαι, Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇδυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκαςχορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴνσυμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης,ἀήττητον τρόπαιον.

    Καὶ νῦν ... ΘεοτοκίονΠ ροστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴπαρίδῃς, ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητεΘεοτόκε, στήριξον ὀρθοδόξων πολιτείαν, σῷζεοὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς

    οὐρανόθεν τὴν νίκην· διότι ἔτεκες τὸν Θεόν,μόνηεὐλογημένη.

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    7/169

    7

    Ἐ λέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεόςσου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

    Χορός: Κύριε, ἐλέησον (γ΄). Ἱερεύς: Ἔ τι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν

    καὶ ὀρθοδόξων Χριστιανῶν.Ἔ τι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου

    ἡμῶν ........................., καὶ πάσης τῆς ἐν Χριστῷ

    ἡμῶν ἀδελφότητος.Ὅ τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸςὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷΠατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦνκαὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

    Ἀ ναγνώστης: Ἀ μήν. Ἐ ν ὀνόματι Κυρίου,εὐλόγησον, Πάτερ. Ἱερεύς: Δ όξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ, καὶ

    ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι, πάντοτε, νῦν,καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

    Ἀ ναγνώστης: Ἀμήν.Δ όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη,ἐν ἀνθρώποις εὐδοκία. (τρὶς)

    Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμαμου ἀναγγελεῖ τὴν αἴνεσίν σου. (δὶς)

    ΨΑΛΜΟΣ Γ΄ (3)Κύριε τὶ ἐπληθύνθησαν οἱ θλίβοντές με;

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    8/169

    8

    πολλοὶ ἐπανίστανται ἐπ' ἐμέ.Π ολλοὶ λέγουσι τῇ ψυχῇ μου οὐκ ἔστι

    σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ.Σ ὺ δὲ Κύριε ἀντιλήπτωρ μου εἶ, δόξα μου

    καὶ ὑψῶν τὴν κεφαλήν μου.Φ ωνῇ μου πρὸς Κύριον ἐκέκραξα καὶ

    ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ.

    Ἐ γὼ ἐκοιμήθην καὶ ὕπνωσα, ἐξηγέρθην ὅτιΚύριος ἀντιλήψεταί μου.Ο ὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν

    κύκλῳ συνεπιτιθεμένων μοι. Ἀ νάστα, Κύριε, σῶσόν με ὁ Θεός μου. Ὅτι

    σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοιματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας.Τ οῦ Κυρίου ἡ σωτηρία καὶ ἐπὶ τὸν λαόν

    σου ἡ εὐλογία σου.Καὶ πάλιν·

    Ἐ γὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην ὅτιΚύριος ἀντιλήψεταί μου.

    ΨΑΛΜΟΣ ΛΖ΄ (37).

    Κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ

    ὀργῇ σου παιδεύσῃς με.Ὅ τι τὰ βέλη σου ἐνεπάγησάν μοι καὶ

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    9/169

    9

    ἐπεστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου.Ο ὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ

    προσώπου τῆς ὀργῆς σου.Ο ὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ

    προσώπου τῶν ἁμαρτιῶν μου.Ὅ τι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν

    μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ.

    Π ροσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μουἀπὸ προσώπου τῆς ἀφροσύνης μου.Ἐ ταλαιπώρησα καὶ κατεκάμφθην ἕως

    τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζωνἐπορευόμην.

    Ὅ τι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτωνκαὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου.Ἐ κακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα,

    ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου.Κύριε ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου

    καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη.Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ

    ἰσχύς μου καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶαὐτὸ οὐκ ἔστι μετ' ἐμοῦ.

    Ο ἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ

    ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν καὶ οἱἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν.

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    10/169

    10

    Καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μουκαὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησανματαιότητας καὶ δολιότητας ὅλην τὴν ἡμέρανἐμελέτησαν.Ἐ γὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ

    ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ.Καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων

    καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς.Ὅ τι ἐπὶ σοὶ Κύριε ἤλπισα, σὺ εἰσακούσῃ

    Κύριε ὁ Θεός μου.Ὅ τι εἶπον· μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί

    μου καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ' ἐμὲ

    ἐμεγαλορρημόνησαν.Ὅ τι ἐγὼ εἰς μάστιγας ἕτοιμος καὶ ἡἀλγηδών μου ἐνώπιόν μού ἐστι διὰ παντός.Ὅ τι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ

    μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου.

    Ο ἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνταιὑπὲρ ἐμὲ καὶ ἐπληθύνθησαν οἱ μισοῦντές μεἀδίκως.

    Ο ἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶνἐνδιέβαλλόν με ἐπεὶ κατεδίωκον δικαιοσύνην.

    Μὴ ἐγκαταλίπῃς με Κύριε ὁ Θεός μου, μὴἀποστῇς ἀπ' ἐμοῦ.

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    11/169

    11

    Π ρόσχες εἰς τὴν βοήθειάν μου Κύριε τῆςσωτηρίας μου.

    Μὴ ἐγκαταλίπῃς με Κύριε ὁ Θεός μου, μὴἀποστῇς ἀπ' ἐμοῦ.

    Π ρόσχες εἰς τὴν βοήθειάν μου Κύριε τῆςσωτηρίας μου.

    Καὶ πάλιν·

    Μὴ ἐγκαταλίπῃς με ,Κύριε, ὁ Θεός μου, μὴἀποστῇς ἀπ' ἐμοῦ.Π ρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς

    σωτηρίας μου.

    ΨΑΛΜΟΣ ΞΒ΄ (62).

    Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω·ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξμου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ.

    Ο ὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι, τοῦ ἰδεῖν τὴν

    δύναμίν σου καὶ τὴν δόξαν σου.Ὅ τι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς· τὰ

    χείλη μου ἐπαινέσουσί σε.Ο ὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου, καὶ ἐν

    τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου.

    Ὡ ς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    12/169

    12

    στόμα μου.Ε ἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου,

    ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ.Ὅ τι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπῃ

    τῶν πτερύγων σου ἀγαλλιάσομαι.Ἐ κολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ

    ἀντελάβετο ἡ δεξιά σου.

    Α ὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήνμου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς,παραδοθήσονται εἰς χεῖρας ῥομφαίας· μερίδεςἀλωπέκων ἔσονται.

    Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ,

    ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτιἐνεφράγη στόμα λαλούντων ἄδικα.Καὶ πάλιν·

    Ἐ ν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ ὅτιἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν

    πτερύγων σου ἀγαλλιάσομαι.Ἐ κολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ

    ἀντελάβετο ἡ δεξιά σου.Δ όξα... Καὶ νῦν... Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα

    σοι ὁ Θεὸς. (γ΄)Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε,

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    13/169

    13

    ἐλέησον.Δ όξα... Καὶ νῦν...

    ΨΑΛΜΟΣ ΠΖ΄ (87).Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέρας

    ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου.Ε ἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου,

    κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.Ὅ τι ἐπλήσθη κακῶν ἡ ψυχή μου καὶ ἡ ζωή

    μου τῷ ᾅδῃ ἤγγισε.Π ροσελογίσθην μετὰ τῶν καταβαινόντων

    εἰς λάκκον, ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος ἐννεκροῖς ἐλεύθερος.

    Ὡ σεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ ὧνοὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σουἀπώσθησαν.Ἔ θεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν

    σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου.Ἐ π' ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου καὶ

    πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ'ἐμέ.Ἐ μάκρυνας τοὺς γνωστούς μου ἀπ' ἐμοῦ,

    ἔθεντό με βδέλυγμα ἑαυτοῖς· παρεδόθην καὶοὐκ ἐξεπορευόμην.

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    14/169

    14

    Ο ἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας·ἐκέκραξα πρὸς σὲ Κύριε ὅλην τὴν ἡμέρανδιεπέτασα πρὸς σὲ τὰς χεῖράς μου.

    Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια ἢ ἰατροὶἀναστήσουσι καὶ ἐξομολογήσονταί σοι;

    Μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σουκαὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ;

    Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιάσου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;Κἀγὼ πρὸς σὲ Κύριε ἐκέκραξα καὶ τὸ πρωῒ

    ἡ προσευχή μου προφθάσει σε. Ἵνα τὶ Κύριε ἀπωθεῖς τὴν ψυχήν μου,

    ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ;Π τωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητόςμου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην.Ἐ π' ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ

    φοβερισμοί σου ἐξετάραξάν με.

    Ἐ κύκλωσάν με ὡσεὶ ὕδωρ, ὅλην τὴν ἡμέρανπεριέσχον με ἅμα.Ἐ μάκρυνας ἀπ' ἐμοῦ φίλον καὶ πλησίον καὶ

    τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.Καὶ πάλιν

    Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέραςἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου.

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    15/169

    15

    Ε ἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μουκλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.

    Ψαλμὸς ρβ΄ (102)Ε ὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ

    πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.Ε ὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ

    ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

    Τ ὸν εὐϊλατεύοντα πάσας τὰς ἀνομίας σου,τὸν ἰώμενον πάσας τὰς νόσους σου.Τ ὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου,

    τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς.Τ ὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν

    σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.Π οιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμαπᾶσι τοῖς ἀδικουμένοις.Ἐ γνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσῇ, τοῖς

    υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ.

    Ο ἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος,μακρόθυμος καὶ πολυέλεος, οὐκ εἰς τέλοςὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ.

    Ο ὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν,οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν

    ἡμῖν.Ὅ τι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    16/169

    16

    γῆς, ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶτοὺς φοβουμένους αὐτόν.

    Καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν,ἐμάκρυνεν ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν.

    Καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησεΚύριος τοὺς φοβουμένους αὐτόν, ὅτι αὐτὸςἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν.

    Ἄ νθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ,ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει.Ὅ τι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ

    ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόποναὐτοῦ.

    Τ ὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος,καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένουςαὐτόν.

    Καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν, τοῖςφυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ

    μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαιαὐτάς.Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον

    αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.Ε ὐλογεῖτε τὸν Κύριον, πάντες οἱ Ἄγγελοι

    αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγοναὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    17/169

    17

    αὐτοῦ.Ε ὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις

    αὐτοῦ, λειτουργοὶ αὐτοῦ, οἱ ποιοῦντες τὸθέλημα αὐτοῦ.

    Ε ὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργααὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ,εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

    Καὶ πάλιν·Ἐ ν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ

    εὐλόγει ἡ ψυχή μου τὸν Κύριον.ΨΑΛΜΟΣ ΡΜΒ΄ (142)

    Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου,

    ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου,εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου

    σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.Ὅ τι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου,

    ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.Ἐ κάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς

    αἰῶνος καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου ἐνἐμοὶ ἐταράχθη ἡ καρδία μου.Ἐ μνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν

    πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶνσου ἐμελέτων.

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    18/169

    18

    Δ ιεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχήμου ὡς γῆ ἄνυδρός σοι.

    Τ αχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸπνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σουἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσινεἰς λάκκον.

    Ἀ κουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεόςσου, ὅτι ἐπὶ σοι ἤλπισα·

    Γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαιὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου.Ἐ ξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς

    σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά

    σου ὅτι σὺ εἶ ὁ Θεός μου·Τ ὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐνγῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου Κύριεζήσεις με·Ἐ ν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως

    τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σουἐξολοθρεύσεις τοὺς ἐχθρούς μου.

    Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴνψυχήν μου ὅτι ἐγὼ δοῦλός σού εἰμι.

    Καὶ πάλιν

    Ε ἰσάκουσόν μου Κύριε ἐν τῇ δικαιοσύνῃσου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    19/169

    19

    σου. (Δὶς)Τ ὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν

    γῇ εὐθείᾳ.Δ όξα... Καὶ νῦν...

    Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξασοι ὁ Θεός. (Τρὶς)Ἡ

    Πληρωθέντος τοῦ ἐξάψαλμου λέγεται ἡΜεγάλη Συναπτὴ ἢ Εἰρηνικά, τῶν χορῶνψαλλόντων τὸ Κύριε Ἐλέησον.Ὁ Διάκονος:Ἐ ν εἰρήνῃ τοῦ Κυρίου

    δεηθῶμεν.

    Ὑ πὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίαςτῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.Ὑ πὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου,

    εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν,καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου

    δεηθῶμεν.Ὑ πὲρ τοῦ ἁγίου Οἴκου τούτου, καὶ τῶν

    μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦεἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.Ὑ πὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων

    χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.Ὑ πὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν,..... ............. .

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    20/169

    20

    τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷδιακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ,τοῦ Κυρίου δεηθῶμεν.Ὑ πὲρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης

    ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ καὶ τοῦφιλοχρίστου στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.Ὑ πὲρ τῆς πόλεως ταύτης, πάσης πόλεως,

    χώρας, καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦΚυρίου δεηθῶμεν.Ὑ πὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν

    καρπῶν τῆς γῆς, καὶ καιρῶν εἰρηνικῶν, τοῦΚυρίου δεηθῶμεν.

    Ὑ πὲρ πλεόντων, ὁδοιπορούντων,νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆςσωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.Ὑ πὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης

    θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης τοῦ

    Κυρίου δεηθῶμεν. Ἀ ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξονἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

    Τ ῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης,ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ

    ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίωνμνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    21/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    22/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    23/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    24/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    25/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    26/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    27/169

    27

    φε

    Γ

    ευ γε α κο ρε στον

    Μ

    ψυ χην

    Ν

    την

    Γ

    δι δα

    σκα λω τοι

    Π

    αυ τα το

    Μ

    ολ µη σα α σαν ο πε

    Ν

    ρι παν τας α γα θος Κυ

    Π

    ρι ε δο

    Γ

    ξα

    σοι

    Ν

    οι οι οι

    Γ

    Ὁ Διάκονος: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναιἡμᾶς...Ὁ χορός: Κύριε, ἐλέησον (γ΄).Ὁ Διάκονος: Σ οφία. Ὀρθοί, ἀκούσωμεν τοῦ

    ἁγίου Εὐαγγελίου.Ὁ Ἱερεὺς: Ε ἰρήνη πᾶσι.Ὁ β΄ Χορός: Καὶ τῷ Πνεύματί σου.Ὁ Ἱερεύς: Ἐ κ τοῦ κατὰ Ματθαῖον ἁγίου

    Εὐαγγελίου τὸ ἀνάγνωσμαὉ Διάκονος: Π ρόσχωμεν.Ὁ χορός: Δ όξα Σοι Κύριε, δόξα Σοι.

    Εὐαγγέλιον Α΄Ἐκ τοῦ κατὰ Ἰωάννην .....

    Ε ἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Νῦνἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    28/169

    28

    ἐδοξάσθη ἐν αὐτῷ. Εἰ ὁ Θεὸς ἐδοξάσθη ἐναὐτῷ, καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ, καὶεὐθὺς δοξάσει αὐτόν. Τεκνία, ἔτι μικρὸν μεθ᾿ὑμῶν εἰμι· ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς

    ᾿Ιουδαίοις· ὅτι ὅπου ἐγώ ὑπάγω, ὑμεῖς οὐδύνασθε ἐλθεῖν· καὶ ὑμῖν λέγω ἄρτι. Ἐντολὴνκαινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους,καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτεἀλλήλους. Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶΜαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.Λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, ποῦ ὑπάγεις;Ἀπεκρίθη αὐτῷ ὁ ᾿Ιησοῦς· Ὅπου ἐγὼ ὑπάγω, οὐδύνασαί μοι νῦν ἀκολουθῆσαι, ὕστερον δὲἀκολουθήσεις μοι. Λέγει αὐτῷ ὁ Πέτρος· Κύριε,διατί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι; τὴνψυχήν μου ὑπὲρ σοῦ θήσω. Ἀπεκρίθη αὐτῷ ὁ

    ᾿Ιησοῦς· Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις! Ἀμὴνἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσει, ἕως οὗἀπαρνήσῃ με τρίς. Μὴ ταρασσέσθω ὑμῶν ἡκαρδία· πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲπιστεύετε. Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶπολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν· πορεύομαιἑτοιμάσαι τόπον ὑμῖν. Καὶ ἐὰν πορευθῶ, καὶἑτοιμάσω ὑμῖν τόπον, πάλιν ἔρχομαι, καὶ

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    29/169

    29

    παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶἐγώ, καὶ ὑμεῖς ἦτε· καὶ ὅπου ἐγὼ ὑπάγωοἴδατε, καὶ τὴν ὁδὸν οἴδατε. Λέγει αὐτῷΘωμᾶς· Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· καὶπῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι; Λέγει αὐτῷ ὁ

    ᾿Ιησοῦς· Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ἀλήθεια, καὶ ἡζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰμὴ δι᾿ἐμοῦ. Εἰ ἐγνώκειτέ με, καὶ τὸν Πατέρα μουἐγνώκειτε ἄν· καὶ ἀπ᾿ ἄρτι γινώσκετέ αὐτὸν, καὶἑωράκατε αὐτόν. Λέγει αὐτῷ Φίλιππος· Κύριε,δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν. Λέγειαὐτῷ ὁ ᾿Ιησοῦς· Τοσοῦτον χρόνον μεθ᾿ ὑμῶνεἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼςἐμὲ, ἑώρακε τὸν Πατέρα· καὶ πῶς σὺ λέγεις,δεῖξον ἡμῖν τὸν Πατέρα; Οὐ πιστεύεις ὅτι ἐγὼἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι; Τὰῥήματα, ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ᾿ ἐμαυτοῦ οὐλαλῶ· ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖτὰ ἔργα. Πιστεύετέ μοι, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ,καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν· εἰ δὲ μή, διὰ τὰἔργα αὐτὰ πιστεύετέ μοι. Ἀμὴν ἀμὴν λέγω ὑμῖν,ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ,κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει·ὅτι ἐγὼ πρὸς τὸν Πατέρα μου πορεύομαι, καὶ ὅ,

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    30/169

    30

    τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτοποιήσω, ἵνα δοξασθῇ ὁ Πατὴρ ἐν τῶ Υἱῷ. Ἐάντι αἰτήσητε ἐν τῷ ὀνόματί μου, ἐγὼ ποιήσω.

    ᾿Εὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰςτηρήσατε. Καὶ ἐγὼ ἐρωτήσω τὸν Πατέρα, καὶἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ᾿ὑμῶν εἰς τὸν αἰῶνα· τὸ Πνεῦμα τῆς ἀληθείας, ὃὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖαὐτὸ, οὐδὲ γινώσκει αὐτό· ὑμεῖς δὲ γινώσκετεαὐτό, ὅτι παρ᾿ ὑμῖν μένει, καὶ ἐν ὑμῖν ἔσται.Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸςὑμᾶς. Ἔτι μικρὸν, καὶ ὁ κόσμος με οὐκέτιθεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ, καὶὑμεῖς ζήσεσθε. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθεὑμεῖς, ὅτι ἐγὼ ἐν τῷ Πατρί μου, καὶ ὑμεῖς ἐνἐμοὶ, κἀγὼ ἐν ὑμῖν. Ὁ ἔχων τὰς ἐντολάς μου,καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁδὲ ἀγαπῶν με, ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρόςμου, καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσωαὐτῷ ἐμαυτόν. Λέγει αὐτῷ ᾿Ιούδας, οὐχ ὁ

    ᾿Ισκαριώτης· Κύριε, καὶ τί γέγονεν, ὅτι ἡμῖνμέλλεις ἐμφανίζειν σεαυτὸν, καὶ οὐχὶ τῷ κόσμῳ;Ἀπεκρίθη ὁ ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· Ἐάν τιςἀγαπᾷ με, τὸν λόγον μου τηρήσει· καὶ ὁ Πατήρ

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    31/169

    31

    μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸνἐλευσόμεθα, καὶ μονὴν παρ᾿ αὐτῷ ποιήσομεν. Ὁμὴ ἀγαπῶν με, τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁλόγος ὃν ἀκούετε, οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦπέμψαντός με Πατρός. Ταῦτα λελάληκα ὑμῖν,παρ᾿ ὑμῖν μένων· ὁ δὲ Παράκλητος, τὸ Πνεῦματὸ ῞Αγιον, ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου,ἐκεῖνος ὑμᾶς διδάξει πάντα, καὶ ὑπομνήσειὑμᾶς πάντα, ἃ εἶπον ὑμῖν. Εἰρήνην ἀφίημι ὑμῖν,εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁκόσμος δίδωσιν, ἐγὼ δίδωμι ὑμῖν. Μὴταρασσέσθω ὑμῶν ἡ καρδία, μηδὲ δειλιάτω.Ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν· Ὑπάγω, καὶἔρχομαι πρὸς ὑμᾶς. Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂνὅτι εἶπον, πορεύομαι πρὸς τὸν Πατέρα· ὅτι ὁΠατήρ μου μείζων μού ἐστι. Καὶ νῦν εἴρηκαὑμῖν, πρὶν γενέσθαι, ἵνα ὅταν γένηταιπιστεύσητε. Οὐκ ἔτι πολλὰ λαλήσω μεθ᾿ ὑμῶν·ἔρχεται γὰρ ὁ τοῦ κόσμου τούτου ἄρχων, καὶ ἐνἐμοὶ οὐκ ἔχει οὐδέν· Ἀλλ᾿ ἵνα γνῷ ὁ κόσμος, ὅτιἀγαπῶ τὸν Πατέρα, καὶ καθὼς ἐνετείλατό μοι ὁΠατήρ, οὕτω ποιῶ· ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.

    ᾿Εγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ Πατήρμου ὁ γεωργός ἐστι. Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    32/169

    32

    φέρον καρπόν, αἴρει αὐτό, καὶ πᾶν τὸ καρπὸνφέρον, καθαίρει αὐτό, ἵνα πλείονα καρπὸνφέρῃ. Ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον,ὃν λελάληκα ὑμῖν. Μείνατε ἐν ἐμοί, κἀγὼ ἐνὑμῖν. Καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸνφέρειν ἀφ᾿ ἑαυτοῦ, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ,οὕτως οὐδὲ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ μείνητε. Ἐγώεἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. Ὁ μένων ἐνἐμοὶ, κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν,ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. Ἐὰνμή τις μείνῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα,καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ, καὶ εἰς τὸπῦρ βάλλουσι, καὶ καίεται. Ἐὰν μείνητε ἐν ἐμοὶ,καὶ τὰ ρήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητεαἰτήσασθε, καὶ γενήσεται ὑμῖν. Ἐν τούτῳἐδοξάσθη ὁ Πατήρ μου, ἵνα καρπὸν πολὺνφέρητε, καὶ γενήσεσθε ἐμοὶ Μαθηταί. Καθὼςἠγάπησέ με ὁ Πατήρ, κἀγὼ ἠγάπησα ὑμᾶς·μείνατε ἐν τῇ ἀγάπῃ τῆ ἐμῇ. Ἐὰν τὰς ἐντολάςμου τηρήσετε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼςἐγὼ τὰς ἐντολὰς τοῦ Πατρός μου τετήρηκα, καὶμένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. Ταῦτα λελάληκα ὑμῖν,

    ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ, καί ἡ χαρὰὑμῶν πληρωθῇ. Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμή, ἵνα

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    33/169

    33

    ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς.Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴνψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. Ὑμεῖςφίλοι μού ἐστε, ἐὰν ποιῆτε ὅσα ἐγὼ ἐντέλλομαιὑμῖν. Οὐκέτι ὑμᾶς λέγω δούλους, ὅτι ὁ δοῦλοςοὐκ οἶδε τί ποιεῖ αὐτοῦ ὁ κύριος· ὑμᾶς δὲεἴρηκα φίλους, ὅτι πάντα ἃ ἡκουσα παρὰ τοῦΠατρός μου, ἐγνώρισα ὑμῖν. Οὐχ ὑμεῖς μεἐξελέξασθε, ἀλλ᾿ ἐγὼ ἐξελεξάμην ὑμᾶς, καὶἔθηκα ὑμᾶς, ἵνα ὑμεῖς ὑπάγητε, καὶ καρπὸνφέρητε, καὶ ὁ καρπὸς ὑμῶν μένῃ· ἵνα ὅ,τι ἂναἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου, δῷὑμῖν. Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτεἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετεὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦκόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾿ ἐγὼ ἐξελεξάμηνὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁκόσμος. Μνημονεύετε τοῦ λόγου, οὗ ἐγὼ εἶπονὑμῖν· Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίουαὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰτὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτεροντηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖνδιὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    34/169

    34

    με. Εἰ μὴ ἦλθον, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίανοὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆςἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν, καὶ τὸν Πατέραμου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς, ἃοὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον·νῦν δὲ καὶ ἑωράκασι, καὶ μεμισήκασι καὶ ἐμὲκαὶ τὸν Πατέρα μου. Ἀλλ᾿ ἵνα πληρωθῇ ὁ λόγοςὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν· «ὅτιἐμίσησάν με δωρεάν». Ὅταν δὲ ἔλθῃ ὁΠαράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦΠατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦΠατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ᾿ ἀρχῆςμετ᾿ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴσκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσινὑμᾶς· ἀλλ᾿ ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείναςὑμᾶς, δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. Καὶταῦτα ποιήσουσιν ὑμῖν, ὅτι οὐκ ἔγνωσαν τὸνΠατέρα, οὐδὲ ἐμέ. Ἀλλὰ ταῦτα λελάληκα ὑμῖν,

    ἵνα ὅταν ἔλθῃ ἡ ὥρα, μνημονεύητε αὐτῶν, ὅτιἐγὼ εἶπον ὑμῖν. Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκεἶπον, ὅτι μεθ᾿ ὑμῶν ἤμην. Νῦν δὲ ὑπάγω πρὸςτὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με·ποῦ ὑπάγεις; ἀλλ᾿ ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    35/169

    35

    λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. Ἀλλ᾿ ἐγὼτὴν ἀλήθειαν λέγω ὑμῖν· συμφέρει ὑμῖν ἵνα ἐγὼἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁΠαράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς· ἐὰν δὲπορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς· Καὶ ἐλθὼνἐκεῖνος, ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας, καὶπερὶ δικαιοσύνης, καὶ περὶ κρίσεως. Περὶἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ· περὶδικαιοσύνης δέ, ὅτι πρὸς τὸν Πατέρα μουὑπάγω, καὶ οὐκ ἔτι θεωρεῖτέ με· περί δὲκρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτουκέκριται. ῎Ετι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ᾿ οὐδύνασθε βαστάζειν ἄρτι. Ὅταν δὲ ἔλθῃ ἐκεῖνος,τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰςπᾶσαν τὴν ἀλήθειαν· οὐ γὰρ λαλήσει ἀφ᾿ἑαυτοῦ, ἀλλ᾿ ὅσα ἂν ἀκούσῃ, λαλήσει, καὶ τὰἐρχόμενα ἀναγγελεῖ ὑμῖν. Ἐκεῖνος ἐμὲ δοξάσει,ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν.Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι· διὰ τοῦτοεἶπον, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖὑμῖν. Μικρὸν, καὶ οὐ θεωρεῖτέ με, καὶ πάλινμικρὸν, καὶ ὄψεσθέ με, ὅτι ἐγὼ ὑπάγω πρὸς τὸνΠατέρα. Εἶπον οὖν ἐκ τῶν Μαθητῶν αὐτοῦπρὸς ἀλλήλους· Τί ἔστι τοῦτο, ὃ λέγει ἡμῖν,

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    36/169

    36

    Μικρὸν, καὶ οὐ θεωρεῖτέ με; καὶ πάλιν μικρὸν,καὶ ὄψεσθέ με; καὶ, Ὅτι ἐγὼ ὑπάγω πρὸς τὸνΠατέρα; Ἔλεγον οὖν· Τοῦτο τί ἐστιν ὃ λέγει, τὸ,Μικρόν; οὐκ οἴδαμεν τί λαλεῖ. Ἔγνω οὖν ὁ

    ᾿Ιησοῦς, ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καί εἶπεναὐτοῖς· Περὶ τούτου ζητεῖτε μετ᾿ ἀλλήλων, ὅτιεἶπον· Μικρὸν, καὶ οὐ θεωρεῖτέ με, καὶ πάλινμικρὸν, καὶ ὄψεσθέ με; Ἀμὴν ἀμὴν λέγω ὑμῖν,ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμοςχαρήσεται· ὑμεῖς δὲ λυπηθήσεσθε, ἀλλ᾿ ἡ λύπηὑμῶν εἰς χαρὰν γενήσεται. Ἡ γυνὴ ὅταν τίκτῃ,λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲγεννήσῃ τὸ παιδίον, οὐκ ἔτι μνημονεύει τῆςθλίψεως, διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωποςεἰς τὸν κόσμον. Καὶ ὑμεῖς οὖν λύπην μὲν νῦνἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεταιὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶςαἴρει ἀφ᾿ ὑμῶν. Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἐμὲοὐκ ἐρωτήσετε οὐδέν. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτιὅσα ἂν αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου,δώσει ὑμῖν. Ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷὀνόματί μου· αἰτεῖτε, καὶ λήψεσθε, ἵνα ἡ χαρὰὑμῶν ᾖ πεπληρωμένη. Ταῦτα ἐν παροιμίαιςλελάληκα ὑμῖν· ἀλλ᾿ ἔρχεται ὥρα, ὅτε οὐκέτι ἐν

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    37/169

    37

    παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παρρησίᾳ περίτοῦ Πατρὸς ἀναγγελῶ ὑμῖν. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳἐν τῷ ὀνόματί μου αἰτήσεσθε· καὶ οὐ λέγω ὑμῖν,ὅτι ἐγὼ ἐρωτήσω τὸν Πατέρα περὶ ὑμῶν· αὐτὸςγὰρ ὁ Πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲπεφιλήκατε, καὶ πεπιστεύκατε, ὅτι ἐγὼ παρὰτοῦ Θεοῦ ἐξῆλθον. Ἐξῆλθον παρὰ τοῦ Πατρὸς,καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸνκόσμον, καὶ πορεύομαι πρὸς τὸν Πατέρα.Λέγουσιν αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ· Ἴδε, νῦνπαρρησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίανλέγεις. Νῦν οἴδαμεν ὅτι οἶδας πάντα, καὶ οὐχρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ· ἐν τούτῳπιστεύομεν ὅτι ἀπὸ Θεοῦ ἐξῆλθες. Ἀπεκρίθηαὐτοῖς ὁ ᾿Ιησοῦς· Ἄρτι πιστεύετε; ἰδοὺ ἔρχεταιὥρα, καὶ νῦν ἐλήλυθεν, ἵνα σκορπισθῆτεἕκαστος εἰς τὰ ἴδια, καὶ ἐμὲ μόνον ἀφῆτε· καὶοὐκ εἰμὶ μόνος, ὅτι ὁ Πατὴρ μετ᾿ ἐμοῦ ἐστι.Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἐν ἐμοὶ εἰρήνηνἔχητε· ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰθαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Ταῦταἐλάλησεν, ὁ ᾿Ιησοῦς, καὶ ἐπῆρε τοὺς ὀφθαλμοὺςαὐτοῦ εἰς τὸν οὐρανὸν, καὶ εἶπε· Πάτερ,ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν Υἱόν, ἵνα καὶ

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    38/169

    38

    ὁ Υἱός σου δοξάσῃ σε, καθὼς ἔδωκας αὐτῷἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκαςαὐτῷ, δώσῃ αὐτοῖς ζωὴν αἰώνιον. Αὕτη δέ ἐστινἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνονἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας ᾿ΙησοῦνΧριστόν. Ἐγώ σε ἐδόξασα ἐπί τῆς γῆς, τὸ ἔργονἐτελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω· καὶ νῦνδόξασόν με σύ, Πάτερ, παρὰ σεαυτῷ τῇ δόξη ᾗεἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.

    ᾿Εφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις, οὓςδέδωκάς μοι ἐκ τοῦ κόσμου· σοὶ ἦσαν, καὶ ἐμοὶαὐτοὺς δέδωκας, καὶ τὸν λόγον σου τετηρήκασι.Νῦν ἔγνωκαν, ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰσοῦ ἐστιν· ὅτι τὰ ῥήματα ἃ δέδωκάς μοι,δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον, καὶ ἔγνωσανἀληθῶς, ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσανὅτι σύ με ἀπέστειλας. ᾿Εγὼ περὶ αὐτῶν ἐρωτῶ·οὐ περί τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ περὶ ὧνδέδωκάς μοι, ὅτι σοί εἰσι, καὶ τὰ ἐμὰ πάντα σάἐστι, καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς.Καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ οὗτοι ἐν τῷκόσμῳ εἰσί, καὶ ἐγὼ πρὸς σὲ ἔρχομαι. Πάτερἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧδέδωκάς μοι, ἵνα ὦσιν ἓν, καθὼς ἡμεῖς. Ὅτε

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    39/169

    39

    ἤμην μετ᾿ αὐτῶν ἐν τῷ κόσμῳ, ἐγὼ ἐτήρουναὐτοὺς ἐν τῷ ὀνόματί σου· οὓς δέδωκάς μοιἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁυἱὸς τῆς ἀπωλείας, ἵνα ἡ Γραφὴ πληρωθῇ. Νῦνδὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷκόσμῳ, ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴνπεπληρωμένην ἐν αὐτοῖς. Ἐγὼ δέδωκα αὐτοῖςτὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς,ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου, καθὼς ἐγὼ οὐκεἰμὶ ἐκ τοῦ κόσμου. Οὐκ ἐρωτῶ ἵνα ἄρῃςαὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ᾿ ἵνα τηρήσῃς αὐτοὺςἐκ τοῦ πονηροῦ· ἐκ τοῦ κόσμου οὐκ εἰσί, καθὼςἐγὼ ἐκ τοῦ κόσμου οὐκ εἰμί. Ἁγίασον αὐτοὺς ἐντῇ ἀληθείᾳ σου· ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστι.Καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον, καὶ ὑπὲραὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν, ἵνα καὶ αὐτοὶ ὦσινἡγιασμένοι ἐν ἀληθείᾳ. Οὐ περί τούτων δὲἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντωνδιὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ, ἵνα πάντες ἓν ὦσι,καθὼς σύ Πάτερ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοί, ἵνα καὶαὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν, ἵνα ὁ κόσμος πιστεύσῃ,ὅτι σύ με ἀπέστειλας. Καὶ ἐγὼ τὴν δόξαν, ἣνδέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν,

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    40/169

    40

    καθὼς ἡμεῖς ἕν ἐσμεν. Ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐνἐμοί, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν, καὶ ἵναγινώσκῃ ὁ κόσμος, ὅτι σύ με ἀπέστειλας, καὶἠγάπησας αὐτοὺς, καθὼς ἐμὲ ἠγάπησας. Πάτερ,οὓς δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ,κἀκεῖνοι ὦσι μετ᾿ ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαντὴν ἐμὴν, ἣν δέδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸκαταβολῆς κόσμου. Πάτερ δίκαιε, καὶ ὁ κόσμοςσε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων, καὶ οὗτοιἔγνωσαν, ὅτι σύ με ἀπέστειλας· καὶ ἐγνώρισααὐτοῖς τὸ ὄνομά σου, καὶ γνωρίσω, ἵνα ἡ ἀγάπηἣν ἠγάπησάς με, ἐν αὐτοῖς ἦ, κἀγὼ ἐν αὐτοῖς.Ταῦτα εἰπὼν ὁ ᾿Ιησοῦς ἐξῆλθε σὺν τοῖςΜαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τῶνΚέδρων, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς,καὶ οἱ Μαθηταὶ αὐτοῦ.Ὁ χορός:Δ όξα τὴ μακροθυμία σου Κύριε,δόξα σοι.

    Εἶτα ψάλλομεν τὰ ἑπόμενα Ἀντίφωνα.

    Ἀντίφωνον Α΄ Ἦχος πλ. δ΄

    Αρ

    Μ

    χον τες λα

    Ν

    ων συ νη χθη σαν κα τα

    του Κυ υ ρι ι ου και κα τα του Χρι στου ου

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    41/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    42/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    43/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    44/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    45/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    46/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    47/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    48/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    49/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    50/169

    50

    Τ ῷ καιρῷ ἐκείνῳ, ἐξῆλθεν ὁ ᾿Ιησοῦς σὺντοῖς Μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τῶνΚέδρων, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸςκαὶ οἱ Μαθηταὶ αὐτοῦ. Ἤδει δὲ καὶ ᾿Ιούδας, ὁπαραδιδοὺς αὐτὸν, τὸν τόπον, ὅτι πολλάκιςσυνήχθη ἐκεῖ ὁ ᾿Ιησοῦς μετὰ τῶν Μαθητῶναὐτοῦ. Ὁ οὖν ᾿Ιούδας, λαβὼν τὴν σπεῖραν, καὶἐκ τῶν Ἀρχιερέων καὶ Φαρισαίων ὑπηρέτας,ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶὅπλων. ᾿Ιησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμεναἐπ᾿ αὐτόν, ἐξελθὼν εἶπεν αὐτοῖς· Τίνα ζητεῖτε;Ἀπεκρίθησαν αὐτῷ· ᾿Ιησοῦν τὸν Ναζωραῖον.Λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· Ἐγώ εἰμι. Εἱστήκει δὲκαὶ ᾿Ιούδας, ὁ παραδιδοὺς αὐτὸν, μετ᾿ αὐτῶν.Ὡς οὖν εἶπεν αὐτοῖς· ὅτι ἐγώ εἰμι, ἀπῆλθον εἰςτὰ ὀπίσω, καὶ ἔπεσον χαμαί. Πάλιν οὖν αὐτοὺςἐπηρώτησε· Τίνα ζητεῖτε; Οἱ δὲ εἶπον· ᾿Ιησοῦντὸν Ναζωραῖον. Ἀπεκρίθη ὁ ᾿Ιησοῦς· εἶπον ὑμῖν,ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτουςὑπάγειν· ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν· ὅτι οὓςδέδωκάς μοι, οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.Σίμων οὖν Πέτρος ἔχων μάχαιραν, εἵλκυσεναὐτήν, καὶ ἔπαισε τὸν τοῦ Ἀρχιερέως δοῦλον,καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτίον τὸ δεξιόν· ἦν δὲ

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    51/169

    51

    ὄνομα τῷ δούλῳ Μάλχος. Εἶπεν οὖν ὁ ᾿Ιησοῦςτῷ Πέτρῳ· βάλε τὴν μάχαιραν εἰς τὴν θήκην· τὸποτήριον ὃ δέδωκέ μοι ὁ Πατήρ, οὐ μὴ πίωαὐτό; ῾Η οὖν σπεῖρα καὶ ὁ χιλίαρχος, καὶ οἱὑπηρέται τῶν ᾿Ιουδαίων συνέλαβον τὸν ᾿Ιησοῦν,καί ἔδησαν αὐτόν, καὶ ἀπήγαγον αὐτὸν πρὸς

    ῎Ανναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα,ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου. Ἦν δὲΚαῑάφας ὁ συμβουλεύσας τοῖς ᾿Ιουδαίοις, ὅτισυμφέρει ἕνα ἄνθρωπον ἀπολέσθαι ὑπὲρ τοῦλαοῦ. ᾿Ηκολούθει δὲ τῷ ᾿Ιησοῦ Σίμων Πέτρος,καὶ ὁ ἄλλος μαθητής· ὁ δὲ Μαθητὴς ἐκεῖνος ἦνγνωστὸς τῷ Ἀρχιερεῖ, καὶ συνεισῆλθε τῷ ᾿Ιησοῦεἰς τὴν αὐλὴν τοῦ Ἀρχιερέως· ὁ δὲ Πέτροςεἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. Ἐξῆλθεν οὖν ὁΜαθητὴς ὁ ἄλλος, ὃς ἦν γνωστὸς τῷ Ἀρχιερεῖ,καὶ εἶπε τῇ θυρωρῷ, καὶ εἰσήγαγε τὸν Πέτρον.Λέγει οὖν ἡ παιδίσκη ἡ θυρωρὸς τῷ Πέτρῳ· μὴκαὶ σὺ ἐκ τῶν Μαθητῶν εἶ τοῦ ἀνθρώπουτούτου; Λέγει ἐκεῖνος· οὐκ εἰμί. Εἱστήκεισαν δὲοἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰνπεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο· ἦνδὲ μετ᾿ αὐτῶν ὁ Πέτρος, ἑστὼς καὶθερμαινόμενος. ῾Ο οὖν Ἀρχιερεὺς ἠρώτησε τὸν

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    52/169

    52

    ᾿Ιησοῦν περὶ τῶν Μαθητῶν αὐτοῦ, καὶ περὶ τῆςδιδαχῆς αὐτοῦ. Ἀπέκρίθη αὐτῷ ὁ ᾿Ιησοῦς· Ἐγὼπαρρησίᾳ ἐλάλησα τῷ κόσμῳ· ἐγὼ πάντοτεἐδίδαξα ἐν Συναγωγῇ καὶ ἐν τῷ Ἱερῷ, ὅπουπάντοτε οἱ ᾿Ιουδαῖοι συνέρχονται, καὶ ἐνκρυπτῷ ἐλάλησα οὐδέν. Τί με ἐπερωτᾷς;ἐπερώτησον τοὺς ἀκηκοότας, τί ἐλάλησα αὐτοῖς·

    ἴδε, οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ. Ταῦτα δὲ αὐτοῦεἰπόντος, εἷς τῶν ὑπηρετῶν παρεστηκὼς, ἔδωκεῥάπισμα τῷ ᾿Ιησοῦ, εἰπών· οὕτως ἀποκρίνῃ τῷἈρχιερεῖ; Ἀπεκρίθη αὐτῷ ὁ ᾿Ιησοῦς· εἰ κακῶςἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲκαλῶς, τί με δέρεις; Ἀπέστειλεν οὖν αὐτὸν ὁ

    ῎Αννας δεδεμένον πρὸς Καϊάφαν τὸν Ἀρχιερέα. ῏Ην δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος.Εἶπον οὖν αὐτῷ οἱ ὑπηρέται· μὴ καὶ σὺ ἐκ τῶνΜαθητῶν αὐτοῦ εἶ; Ἠρνήσατο ἐκεῖνος καὶεἶπεν· οὐκ εἰμί. Λέγει εἷς ἐκ τῶν δούλων τοῦἈρχιερέως, συγγενὴς ὦν οὗ ἀπέκοψε Πέτρος τὸὠτίον· οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ᾿ αὐτοῦ;Πάλιν οὖν ἠρνήσατο ὁ Πέτρος· καὶ εὐθέωςἀλέκτωρ ἐφώνησεν. ῎Αγουσιν οὖν τὸν ᾿Ιησοῦνἀπὸ τοῦ Καϊάφα εἰς τὸ Πραιτώριον· ἦν δὲπρωΐα· καί αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    53/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    54/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    55/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    56/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    57/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    58/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    59/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    60/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    61/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    62/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    63/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    64/169

    64

    Ὁ Ἱερεύς: Ἐ κ τοῦ κατὰ Ματθαῖον ἁγίουΕὐαγγελίου τὸ ἀνάγνωσμαὉ Διάκονος: Π ρόσχωμεν.Ὁ χορός: Δ όξα Σοι Κύριε, δόξα Σοι.Τ ῷ καιρῷ ἐκείνῳ, οἱ στρατιῶται

    κρατήσαντες τὸν ᾿Ιησοῦν, ἀπήγαγον πρὸςΚαϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ Γραμματεῖς καὶ

    οἱ Πρεσβύτεροι συνήχθησαν. Ὁ δὲ Πέτροςἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν, ἕως τῆς αὐλῆςτοῦ Ἀρχιερέως· καὶ εἰσελθὼν ἔσω, ἐκάθητο μετὰτῶν ὑπηρετῶν, ἰδεῖν τὸ τέλος. Οἱ δὲ Ἀρχιερεῖςκαὶ οἱ Πρεσβύτεροι καὶ τὸ συνέδριον ὅλον

    ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ ᾿Ιησοῦ, ὅπωςθανατώσωσι αὐτόν· καὶ οὐχ εὗρον· καὶ πολλῶνψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον.Ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες,εἶπον· Οὗτος ἔφη· Δύναμαι καταλῦσαι τὸν ναὸν

    τοῦ Θεοῦ, καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαιαὐτόν. Καὶ ἀναστὰς ὁ Ἀρχιερεὺς, εἶπεν αὐτῷ·Οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σουκαταμαρτυροῦσιν; Ὁ δὲ ᾿Ιησοῦς ἐσιώπα. Καὶἀποκριθεὶς ὁ Ἀρχιερεὺς, εἶπεν αὐτῷ· Ἐξορκίζω

    σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς, εἰσὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ. Λέγει αὐτῷ ὁ

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    65/169

    65

    ᾿Ιησοῦς· Σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτιὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκδεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶννεφελῶν τοῦ οὐρανοῦ. Τότε ὁ Ἀρχιερεὺςδιέρρηξε τὰ ἱμάτια αὐτοῦ, λέγων· ὅτιἐβλασφήμησε· τί ἔτι χρείαν ἔχομεν μαρτύρων;

    ἴδε, νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ· τίὑμῖν δοκεῖ; Οἱ δὲ ἀποκριθέντες, εἶπον· ἔνοχοςθανάτου ἐστί. Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωποναὐτοῦ, καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐρράπισαν,λέγοντες· Προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁπαίσας σε; ῾Ο δὲ Πέτρος ἔξω ἐκάθητο ἐν τῇαὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη,λέγουσα· Καὶ σὺ ἦσθα μετὰ ᾿Ιησοῦ τοῦΓαλιλαίου. Ὁ δὲ ἠρνήσατο ἔμπροσθεν αὐτῶνπάντων, λέγων· Οὐκ οἶδα τί λέγεις. Ἐξελθόνταδὲ αὐτὸν εἰς τὸν πυλῶνα, εἶδεν αὐτὸν ἄλλη, καὶλέγει τοῖς ἐκεῖ· καὶ οὗτος ἦν μετὰ ᾿Ιησοῦ τοῦΝαζωραίου. Καὶ πάλιν ἠρνήσατο μεθ᾿ ὅρκου ὅτιοὐκ οἶδα τὸν ἄνθρωπον. Μετὰ μικρὸν δὲπροσελθόντες, οἱ ἑστῶτες, εἶπον τῷ Πέτρῳ·ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιάσου δῆλόν σε ποιεῖ. Τότε ἤρξατοκαταναθεματίζειν καὶ ὀμνύειν, ὅτι οὐκ οἶδα τὸν

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    66/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    67/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    68/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    69/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    70/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    71/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    72/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    73/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    74/169

    74

    οι

    Ὁ Διάκονος: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναιἡμᾶς...Ὁ χορός: Κύριε, ἐλέησον (γ΄).Ὁ Διάκονος: Σ οφία. Ὀρθοί, ἀκούσωμεν τοῦ

    ἁγίου Εὐαγγελίου.

    Ὁ Ἱερεὺς: Ε ἰρήνη πᾶσι.Ὁ β΄ Χορός: Καὶ τῷ Πνεύματί σου.

    Εὐαγγέλιον Δ'Ὁ Ἱερεύς: Ἐ κ τοῦ κατὰ Ἰωάννην ἁγίουΕὐαγγελίου τὸ ἀνάγνωσμαὉ Διάκονος: Π ρόσχωμεν.Ὁ χορός: Δ όξα Σοι Κύριε, δόξα Σοι.Τ ῷ καιρῷ ἐκείνῳ, ἄγουσιν τὸν ᾿Ιησοῦν ἀπὸ

    τοῦ Καϊάφα εἰς τὸ Πραιτώριον· ἦν δὲ πρωΐα·καί αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ Πραιτώριον, ἵναμὴ μιανθῶσιν, ἀλλ᾿ ἵνα φάγωσι τὸ Πάσχα.Ἐξῆλθεν οὖν ὁ Πιλᾶτος πρὸς αὐτοὺς, καὶ εἶπε·Τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπουτούτου; Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· εἰ μὴ ἦνοὗτος κακοποιός, οὐκ ἄν σοι παρεδώκαμεναὐτόν. Εἶπεν οὖν αὐτοῖς ὁ Πιλᾶτος· λάβετε

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    75/169

    75

    αὐτὸν ὑμεῖς καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατεαὐτόν. Εἶπον οὖν αὐτῷ οἱ ᾿Ιουδαῖοι· Ἡμῖν οὐκἔξεστιν ἀποκτεῖναι οὐδένα· ἵνα ὁ λόγος τοῦ

    ᾿Ιησοῦ πληρωθῇ, ὃν εἶπε, σημαίνων ποίῳ θανάτῳἤμελλεν ἀποθνήσκειν. Εἰσῆλθεν οὖν εἰς τὸΠραιτώριον πάλιν ὁ Πιλᾶτος, καὶ ἐφώνησε τὸν

    ᾿Ιησοῦν, καὶ εἶπεν αὐτῷ· Σὺ εἶ ὁ Βασιλεὺς τῶν ᾿Ιουδαίων; Ἀπεκρίθη αὐτῷ ὁ ᾿Ιησοῦς· ἀφ᾿ ἑαυτοῦσὺ τοῦτο λέγεις, ἢ ἄλλοι σοι εἶπον περὶ ἐμοῦ;Ἀπεκρίθη ὁ Πιλᾶτος· Μήτι ἐγὼ ᾿Ιουδαῖός εἰμι;τὸ ἔθνος τὸ σὸν, καὶ οἱ Ἀρχιερεῖς παρέδωκάν σεἐμοί· τί ἐποίησας; Ἀπεκρίθη ὁ ᾿Ιησοῦς· Ἡβασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμουτούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλείαἡ ἐμή, οἱ ὑπηρέται ἂν οἱ ἐμοὶ ἠγωνίζοντο, ἵνα μὴπαραδοθῶ τοῖς ᾿Ιουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡἐμὴ οὐκ ἔστιν ἐντεῦθεν. Εἶπεν οὖν αὐτῷ ὁΠιλᾶτος· Οὐκοῦν βασιλεὺς εἶ σύ; Ἀπεκρίθη ὁ

    ᾿Ιησοῦς· Σὺ λέγεις, ὅτι βασιλεύς εἰμι ἐγώ. Ἐγὼεἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰςτὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. Πᾶς ὁὢν ἐκ τῆς ἀληθείας, ἀκούει μου τῆς φωνῆς.Λέγει αὐτῷ ὁ Πιλᾶτος· τί ἐστιν ἀλήθεια; Καὶτοῦτο εἰπὼν, πάλιν ἐξῆλθε πρὸς τοὺς

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    76/169

    76

    ᾿Ιουδαίους, καὶ λέγει αὐτοῖς· Ἐγὼ οὐδεμίαναἰτίαν εὑρίσκω ἐν αὐτῷ· ἔστι δὲ συνήθεια ὑμῖν,

    ἵνα ἕνα ὑμῖν ἀπολύσω ἐν τῷ Πάσχα· βούλεσθεοὖν ὑμῖν ἀπολύσω τὸν Βασιλέα τῶν ᾿Ιουδαίων;Ἐκραύγασαν οὖν πάλιν πάντες, λέγοντες· Μὴτοῦτον, ἀλλὰ τὸν Βαραββᾶν. ἦν δὲ ὁ Βαραββᾶςλῃστής. Τότε οὖν ἔλαβεν ὁ Πιλᾶτος τὸν ᾿Ιησοῦν,καὶ ἐμαστίγωσε· καὶ οἱ στρατιῶται πλέξαντεςστέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν αὐτοῦ τῇκεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλοναὐτὸν, καὶ ἔλεγον· Χαῖρε ὁ Βασιλεὺς τῶν

    ᾿Ιουδαίων· καὶ ἐδίδουν αὐτῷ ῥαπίσματα.Ἐξῆλθεν οὖν πάλιν ἔξω ὁ Πιλᾶτος, καὶ λέγειαὐτοῖς· ἴδε, ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτιἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω. Ἐξῆλθεν οὖνὁ ᾿Ιησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον,καὶ τὸ πορφυροῦν ἱμάτιον. Καὶ λέγει αὐτοῖς·Ἴδε ὁ ἄνθρωπος. Ὅτε οὖν εἶδον αὐτὸν οἱἈρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν,λέγοντες· σταύρωσον, σταύρωσον αὐτόν. Λέγειαὐτοῖς ὁ Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς, καὶσταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷαἰτίαν. Ἀπεκρίθησαν αὐτῷ οἱ ᾿Ιουδαῖοι· Ἡμεῖςνόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    77/169

    77

    ἀποθανεῖν, ὅτι ἑαυτὸν Υἱὸν τοῦ Θεοῦ ἐποίησεν.῞Οτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον,μᾶλλον ἐφοβήθη, καὶ εἰσῆλθεν εἰς τὸΠραιτώριαν πάλιν, καὶ λέγει τῷ ᾿Ιησοῦ· Πόθεν εἶσύ; Ὁ δὲ ᾿Ιησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ.Λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος· ἐμοὶ οὐ λαλεῖς; οὐκοἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε, καὶἐξουσίαν ἔχω ἀπολῦσαί σε; Ἀπεκρίθη ὁ ᾿Ιησοῦς·οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ᾿ ἐμοῦ, εἰ μὴ ἦνσοι δεδομένον ἄνωθεν· διὰ τοῦτο ὁ παραδιδούςμέ σοι, μείζονα ἁμαρτίαν ἔχει. Ἐκ τούτουἐζήτει ὁ Πιλᾶτος ἀπολῦσαι αὐτόν. Οἱ δὲ

    ᾿Ιουδαῖοι ἔκραζον, λέγοντες· ἐὰν τοῦτονἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁβασιλέα ἑαυτὸν ποιῶν, ἀντιλέγει τῷ Καίσαρι. Ὁοὖν Πιλᾶτος ἀκούσας τοῦτον τὸν λόγον, ἤγαγενἔξω τὸν ᾿Ιησοῦν, καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος,εἰς τόπον λεγόμενον Λιθόστρωτον, ἑβραϊστὶ δὲΓαββαθᾶ· ἦν δὲ Παρασκευὴ τοῦ Πάσχα, ὥρα δὲἕκτη· καὶ λέγει τοῖς ᾿Ιουδαίοις· Ἴδε ὁ Βασιλεὺςὑμῶν. Οἱ δὲ ἐκραύγασαν· ἆρον, ἆρον,σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁ Πιλᾶτος· ΤὸνΒασιλέα ὑμῶν σταυρώσω; Ἀπεκρίθησαν οἱἈρχιερεῖς· οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    78/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    79/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    80/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    81/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    82/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    83/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    84/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    85/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    86/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    87/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    88/169

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    89/169

    89

    υ ρι ε δο ξα

    Γ

    σοι

    Ν

    οιοι

    Μ

    οι

    Ὁ Διάκονος: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναιἡμᾶς...Ὁ χορός: Κύριε, ἐλέησον (γ΄).Ὁ Διάκονος: Σ οφία. Ὀρθοί, ἀκούσωμεν τοῦ

    ἁγίου Εὐαγγελίου.

    Ὁ Ἱερεὺς: Ε ἰρήνη πᾶσι.Ὁ β΄ Χορός: Καὶ τῷ Πνεύματί σου.

    Εὐαγγέλιον Ε'Ὁ Ἱερεύς: Ἐ κ τοῦ κατὰ Ματθαῖον ἁγίου

    Εὐαγγελίου τὸ ἀνάγνωσμα

    Ὁ Διάκονος: Π ρόσχωμεν.Ὁ χορός: Δ όξα Σοι Κύριε, δόξα Σοι.Τ ῷ καιρῷ ἐκείνῳ, ἰδὼν ᾿Ιούδας, ὅτι ὁ

    ᾿Ιησοῦς κατεκρίθη, μεταμεληθεὶς, ἀπέστρεψε τὰτριάκοντα ἀργύρια τοῖς Ἀρχιερεῦσι καὶ τοῖςΠρεσβυτέροις, λέγων· Ἥμαρτον παραδοὺς αἷμαἀθῷον. Οἱ δὲ εἶπον· Τί πρὸς ἡμᾶς; σὺ ὄψει. Καὶῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ, ἀνεχώρησε, καὶἀπελθὼν, ἀπήγξατο. Οἱ δὲ Ἀρχιερεῖς, λαβόντεςτὰ ἀργύρια, εἶπον· Οὐκ ἔξεστι βαλεῖν αὐτὰ εἰςτὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστι.

    ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ & ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

  • 8/16/2019 05-2-Μ.-Πέμπτη-Εσπέρας.pdf

    90/169

    90

    Συμβούλιον δὲ λαβόντες, ἠγόρασαν ἐξ αὐτῶντὸν ἀγρὸν τοῦ Κεραμέως, εἰς ταφὴν τοῖς ξένοις·διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος, ἀγρὸς αἵματος ἕωςτῆς σήμερον. Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ῾Ιερεμίου τοῦ προφήτου λέγοντος· «Καὶ ἔλαβοντὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦτετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν ᾿Ισραήλ,καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ Κεραμέως,καθὰ συνέταξέ μοι Κύριος.» ῾Ο δὲ ᾿Ιησοῦς ἔστηἔμπροσθεν τοῦ Ἡγεμόνος, καὶ ἐπηρώτησεναὐτὸν ὁ Ἡγεμὼν, λέγων· Σὺ εἶ ὁ Βασιλεὺς τῶν

    ᾿Ιουδαίων; ὁ δὲ ᾿Ιησοῦς ἔφη αὐτῷ· Σὺ λέγεις·Καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶνἈρχιερέων καὶ τῶν Πρεσβυτέρων, οὐδὲνἀπεκρίνατο. Τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· Οὐκ�