07-0-Μ.-Σάββατο-πρωί

Embed Size (px)

Citation preview

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    1/84

    ΙΕΡΕΥΣ:   Εὐλογημένη ἡ Βασιλεία τοῦΠατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἉγίουΠνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶναςτῶν αἰώνων.

    ΑΝΑΓΝΩΣΤΗΣ:  Ἀμήν.Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν

    τῷ βασιλεῖ ἡμῶν Θεῷ.

    Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμενΧριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν

    αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

    Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ

    Θεός μου ἐμεγαλύνθης σφόδρα.Ἐξομολόγησιν καὶ μεγαλοπρέπειανἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

    Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁστεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ.

     Ὁ   τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁπεριπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ὁ   ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα,

    καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

     Ὁ   θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν

    αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ,

    Μ. ΣΑΒΒΑΤΟ ΠΡΩἸ ΕΣΠΕΡΙΝΟΣ & Θ. ΛΕΙΤΟΥΡΓΙΑ Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    2/84

    2

    ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

     Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸφωνῆς βροντῆς σου δειλιάσουσιν.

     Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδίαεἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

    Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲἐπιστρέψουσι καλύψαι τὴν γῆν.

     Ὁ   ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν,ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ,

    προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

    Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ

    κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσιφωνήν.

    Ποτίζων ὄρη ἐκ τῶν ὑπερώων αὐτοῦ ἀπὸκαρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

     Ὁ   ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ

    χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος

    εὐφραίνει καρδίαν ἀνθρώπου.

    Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

    Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱκέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

    Μ. ΣΑΒΒΑΤΟ ΠΡΩἸ ΕΣΠΕΡΙΝΟΣ & Θ. ΛΕΙΤΟΥΡΓΙΑ Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    3/84

    3

    Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦἡ κατοικία ἡγεῖται αὐτῶν.

    Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρακαταφυγὴ τοῖς λαγῳοῖς.

    Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνωτὴν δύσιν αὐτοῦ.

    Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ

    διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπᾶσαι, καὶζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

     Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰςτὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

    Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ,καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα

    ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώςσου.

    Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος,ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰμετὰ μεγάλων.

    Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος,ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

    Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴντροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς

    Μ. ΣΑΒΒΑΤΟ ΠΡΩἸ ΕΣΠΕΡΙΝΟΣ & Θ. ΛΕΙΤΟΥΡΓΙΑ Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    4/84

     4 

    συλλέξουσιν.

     Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα

    πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέσου τὸ πρόσωπον, ταραχθήσονται.

     Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶνἐπιστρέψουσιν.

    Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶκτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆςγῆς.

    Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶναςεὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

     Ὁ   ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴντρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶκαπνίζονται.

     ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ

    Θεῷ μου ἕως ὑπάρχω. Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ

    εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

    Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ

    ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡψυχή μου, τὸν Κύριον.

    Μ. ΣΑΒΒΑΤΟ ΠΡΩἸ ΕΣΠΕΡΙΝΟΣ & Θ. ΛΕΙΤΟΥΡΓΙΑ Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    5/84

    5

    Καὶ πάλιν

     Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος,καὶ ἐγένετο νύξ.

     Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάνταἐν σοφίᾳ ἐποίησας.

    Δόξα Πατρί... Καὶ νῦν ...

     Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξασοι ὁ Θεός (ἐκ γ΄).

    Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.ΔΙΑΚΟΝΟΣ:   Ἐν εἰρήνῃ τοῦ Κυρίου

    δεηθῶμεν.ΧΟΡΟΣ:   Κύριε, ἐλέησον.   [καί μετά ἀπό

    κάθε αἴτηση]Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίαςτῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

    Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου,εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν,

    καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίουδεηθῶμεν.

    Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶνμετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦεἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

    Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξωνχριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.

    Μ. ΣΑΒΒΑΤΟ ΠΡΩἸ ΕΣΠΕΡΙΝΟΣ & Θ. ΛΕΙΤΟΥΡΓΙΑ Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    6/84

    6

    Ὑπέρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν(......), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷδιακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ,τοῦ Κυρίου δεηθῶμεν.

    Ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσηςἈρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰνθάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ,

    τοῦ Κυρίου δεηθῶμεν.Ὑπέρ τῆς πόλεως (Μονής Κώμης) ταύτης,

    πάσης πόλεως καὶ χώρας καί τῶν πίστειοἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

    Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶνκαρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦΚυρίου δεηθῶμεν.

    Ὑπὲρ πλεόντων, ὁδοιπορούντων,νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς

    σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης

    θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦΚυρίου δεηθῶμεν.

     Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξονἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

    Μ. ΣΑΒΒΑΤΟ ΠΡΩἸ ΕΣΠΕΡΙΝΟΣ & Θ. ΛΕΙΤΟΥΡΓΙΑ Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    7/84

    7

    Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης,ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίωνμνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶπᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷπαραθώμεθα.

    ΧΟΡΟΣ: Σοὶ Κύριε.ΙΕΡΕΥΣ:Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ

    καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷἉγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶναςτῶν αἰώνων.

    ΧΟΡΟΣ:   Ἀμήν.

    Μ. ΣΑΒΒΑΤΟ ΠΡΩἸ ΕΣΠΕΡΙΝΟΣ & Θ. ΛΕΙΤΟΥΡΓΙΑ Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    8/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    9/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    10/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    11/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    12/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    13/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    14/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    15/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    16/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    17/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    18/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    19/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    20/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    21/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    22/84

    22

    Θε ε ε ου ου ζω

    Β

    η η η η η η ην ο ο

    δι ι δου ους δι ο

    Δ

    ο ο ο ο κο ο σµος

    σε

    Β

    ε ε δο ο ξα

    Γ

    α

    Μ

    α α ζει

    Μ. ΣΑΒΒΑΤΟ ΠΡΩἸ ΕΣΠΕΡΙΝΟΣ & Θ. ΛΕΙΤΟΥΡΓΙΑ Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    23/84

    23

    Γενέσεως τὸ ἈνάγνωσμαΔΙΑΚΟΝΟΣ: Σοφία. Πρόσχωμεν.

    ΑΝΑΓΝΩΣΤΗΣ:(Κέφ. Α΄ 1-13)

    Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶτὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆςἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνωτοῦ ὕδατος. Καὶ εἶπεν ὁ Θεός· γενηθήτω φῶς·καὶ ἐγένετο φῶς. Καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς, ὅτικαλόν· καὶ διεχώρισεν ὁ Θεὸς τὸ φῶς, ὅτικαλόν· καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦφωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. Καὶἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότοςἐκάλεσε νύκτα. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετοπρωΐ, ἡμέρα μία. Καὶ εἶπεν ὁ Θεός· γενηθήτωστερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ ἔστωδιαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. καὶἐγένετο οὕτως. Καὶ ἐποίησεν ὁ Θεὸς τὸστερέωμα, καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσοντοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος,καὶ ἀναμέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ

    στερεώματος. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸστερέωμα οὐρανόν. καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν,

    Μ. ΣΑΒΒΑΤΟ ΠΡΩἸ ΕΣΠΕΡΙΝΟΣ & Θ. ΛΕΙΤΟΥΡΓΙΑ Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    24/84

    24 

    καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέραδευτέρα. Καὶ εἶπεν ὁ Θεός· συναχθήτω τὸ ὕδωρτὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν,

    καὶ ὀφθήτω ἡ ξηρά. καὶ ἐγένετο οὕτως. καὶσυνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰςτὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά. Καὶἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν γῆν καὶ τὰσυστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας. καὶεἶδεν ὁ Θεός, ὅτι καλόν. Καὶ εἶπεν ὁ Θεός·βλαστησάτω ἡ γῆ βοτάνην χόρτου σπεῖρονσπέρμα κατὰ γένος καὶ καθ᾿ ὁμοιότητα, καὶξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμααὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶἐγένετο οὕτως. Καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνηνχόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾿ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν,οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶτῆς γῆς. Καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν. καὶἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα τρίτη.

    Προφητείας Ἰωνᾶ τὸ Ἀνάγνωσμα (α΄-δ΄)ΔΙΑΚΟΝΟΣ: Σοφία. Πρόσχωμεν.

    ΑΝΑΓΝΩΣΤΗΣ

    Ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνάν, τὸν τοῦἈμαθί λέγων· ἀνάστηθι καὶ πορεύθητι εἰς

    Μ. ΣΑΒΒΑΤΟ ΠΡΩἸ ΕΣΠΕΡΙΝΟΣ & Θ. ΛΕΙΤΟΥΡΓΙΑ Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    25/84

    25

    Νινευὴ τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐναὐτῇ, ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆςπρός με. Καὶ ἀνέστη ᾿Ιωνᾶς τοῦ φυγεῖν εἰς

    Θαρσὶς ἐκ προσώπου Κυρίου καὶ κατέβη εἰς ᾿Ιόππην καὶ εὗρε πλοῖον βαδίζον εἰς Θαρσὶς καὶἔδωκε τὸν ναῦλον αὐτοῦ καὶ ἐνέβη εἰς αὐτὸ τοῦπλεῦσαι μετ᾿ αὐτῶν εἰς Θαρσὶς ἐκ προσώπουΚυρίου. Καὶ Κύριος ἐξήγειρε πνεῦμα μέγα εἰςτὴν θάλασσαν, καὶ ἐγένετο κλύδων μέγας ἐν τῇθαλάσσῃ, καὶ τὸ πλοῖον ἐκινδύνευε τοῦσυντριβῆναι. Καὶ ἐφοβήθησαν οἱ ναυτικοὶ καὶἀνεβόησαν ἕκαστος πρὸς τὸ θεὸν αὐτοῦ καὶἐκβολὴν ἐποιήσαντο τῶν σκευῶν τῶν ἐν τῷπλοίῳ εἰς τὴν θάλασσαν τοῦ κουφισθῆναι ἀπ᾿αὐτῶν. ᾿Ιωνᾶς δὲ κατέβη εἰς τὴν κοίλην τοῦπλοίου καὶ ἐκάθευδε καὶ ἔρρεγχε. Καὶπροσῆλθε πρὸς αὐτὸν ὁ πρωρεὺς καὶ εἶπεναὐτῷ· τί σὺ ρέγχεις; ἀνάστα καὶ ἐπικαλοῦ τὸνΘεόν σου, ὅπως διασώσῃ ὁ Θεὸς ἡμᾶς καὶ οὐ μὴἀπολώμεθα. Καὶ εἶπεν ἕκαστος πρὸς τὸνπλησίον αὐτοῦ· δεῦτε βάλωμεν κλήρους καὶἐπιγνῶμεν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐνἡμῖν; καὶ ἔβαλον κλήρους, καὶ ἔπεσεν ὁ κλῆροςἐπὶ ᾿Ιωνᾶν. Καὶ εἶπον πρὸς αὐτόν· ἀπάγγειλον

    Μ. ΣΑΒΒΑΤΟ ΠΡΩἸ ΕΣΠΕΡΙΝΟΣ & Θ. ΛΕΙΤΟΥΡΓΙΑ Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    26/84

    26

    ἡμῖν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν;τίς σου ἡ ἐργασία ἐστί; καὶ πόθεν ἔρχῃ, καὶ τοῦπορεύῃ, καὶ ἐκ ποίας χώρας καὶ ἐκ ποίου λαοῦ

    εἶ σύ; Καὶ εἶπε πρὸς αὐτούς· δοῦλος Κυρίουεἰμὶ ἐγὼ καὶ τὸν Κύριον Θεὸν τοῦ οὐρανοῦ ἐγὼσέβομαι, ὃς ἐποίησε τὴν θάλασσαν καὶ τὴνξηράν. Καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβον μέγανκαὶ εἶπον πρὸς αὐτόν· τί τοῦτο ἐποίησας; διότιἔγνωσαν οἱ ἄνδρες, ὅτι ἐκ προσώπου Κυρίου ἦνφεύγων, ὅτι ἀπήγγειλεν αὐτοῖς. Καὶ εἶπον πρὸςαὐτόν· τί ποιήσομέν σοι καὶ κοπάσει ἡ θάλασσαἀφ᾿ ἡμῶν; ὅτι ἡ θάλασσα ἐπορεύετο καὶἐξήγειρε μᾶλλον κλύδωνα. Καὶ εἶπεν ᾿Ιωνᾶςπρὸς αὐτούς· ἄρατέ με καὶ ἐμβάλετέ με εἰς τὴνθάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφ᾿ ὑμῶν·διότι ἔγνωκα ἐγὼ ὅτι δι᾿ ἐμὲ ὁ κλύδων ὁ μέγαςοὗτος ἐφ᾿ ὑμᾶς ἐστι. Καὶ παρεβιάζοντο οἱἄνδρες τοῦ ἐπιστρέψαι πρὸς τὴν γῆν καὶ οὐκἠδύναντο, ὅτι ἡ θάλασσα ἐπορεύετο καὶἐξηγείρετο μᾶλλον ἐπ᾿ αὐτούς. Καὶ ἀνεβόησανπρὸς Κύριον καὶ εἶπαν· μηδαμῶς, Κύριε, μὴἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπουτούτου, καὶ μὴ δῷς ἐφ᾿ ἡμᾶς αἷμα δίκαιον, διότισύ, Κύριε, ὃν τρόπον ἐβούλου, πεποίηκας. Καὶ

    Μ. ΣΑΒΒΑΤΟ ΠΡΩἸ ΕΣΠΕΡΙΝΟΣ & Θ. ΛΕΙΤΟΥΡΓΙΑ Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    27/84

    27

    ἔλαβον τὸν ᾿Ιωνᾶν καὶ ἐξέβαλον αὐτὸν εἰς τὴνθάλασσαν, καὶ ἔστη ἡ θάλασσα ἐκ τοῦ σάλουαὐτῆς. Καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβῳ μεγάλῳ

    τὸν Κύριον καὶ ἔθησαν θυσίαν τῷ Κυρίῳ καὶηὔξαντο τὰς εὐχάς. Καὶ προσέταξε Κύριοςκήτει μεγάλῳ καταπιεῖν τὸν ᾿Ιωνᾶν· καὶ ἦν ᾿Ιωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶτρεῖς νύκτας. Καὶ προσηύξατο ᾿Ιωνᾶς πρὸςΚύριον τὸν Θεὸν αὐτοῦ ἐκ τῆς κοιλίας τοῦκήτους καὶ εἶπεν· ᾿Εβόησα ἐν θλίψει μου πρὸςΚύριον τὸν Θεόν μου, καὶ εἰσήκουσέ μου· ἐκκοιλίας ᾅδου κραυγῆς μου ἤκουσας φωνῆς μου.Ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης, καὶποταμοὶ ἐκύκλωσάν με· πάντες οἱ μετεωρισμοίσου καὶ τὰ κύματά σου ἐπ᾿ ἐμὲ διῆλθον. Καὶἐγὼ εἶπα· ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου· ἆραπροσθήσω τοῦ ἐπιβλέψαι με πρὸς ναὸν τὸνἅγιόν σου; Περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς,ἄβυσσος ἐκύκλωσέ με ἐσχάτη, ἔδυ ἡ κεφαλήμου εἰς σχισμὰς ὀρέων. Κατέβην εἰς γῆν, ἧς οἱμοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι, καὶ ἀναβήτω ἐκφθορᾶς ἡ ζωή μου, πρὸς σὲ Κύριε ὁ Θεός μου.Ἐν τῷ ἐκλείπειν ἀπ᾿ ἐμοῦ τὴν ψυχήν μου τοῦΚυρίου ἐμνήσθην, καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή

    Μ. ΣΑΒΒΑΤΟ ΠΡΩἸ ΕΣΠΕΡΙΝΟΣ & Θ. ΛΕΙΤΟΥΡΓΙΑ Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    28/84

    28

    μου εἰς ναὸν τὸ ἅγιόν σου. Φυλασσόμενοιμάταια καὶ ψευδῆ ἔλεον αὐτῶν ἐγκατέλιπον.Ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ

    ἐξομολογήσεως θύσω σοι, ὅσα ηὐξάμηνἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ Κυρίῳ. Καὶπροσέταξε Κύριος τῷ κήτει, καὶ ἐξέβαλε τὸν ᾿Ιωνᾶν ἐπὶ τὴν ξηράν. Καὶ ἐγένετο λόγος Κυρίουπρὸς ᾿Ιωνᾶν ἐκ δευτέρου λέγων· ἀνάστηθι καὶπορεύθητι εἰς Νινευὴ τὴν πόλιν τὴν μεγάλην καὶκήρυξον ἐν αὐτῇ κατὰ τὸ κήρυγμα τὸἔμπροσθεν, ὃ ἐγὼ ἐλάλησα πρός σε. Καὶ ἀνέστη ᾿Ιωνᾶς καὶ ἐπορεύθη εἰς Νινευή, καθὰ ἐλάλησεΚύριος· ἡ δὲ Νινευὴ ἦν πόλις μεγάλη τῷ Θεῷὡσεὶ πορείας ὁδοῦ τριῶν ἡμερῶν. Καὶ ἤρξατο ᾿Ιωνᾶς τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν ὡσεὶ πορείανἡμέρας μιᾶς καὶ ἐκήρυξε καὶ εἶπεν· ἔτι τρεῖςἡμέραι καὶ Νινευὴ καταστραφήσεται. Καὶἐπίστευσαν οἱ ἄνδρες Νινευὴ τῷ Θεῷ καὶἐκήρυξαν νηστείαν καὶ ἐνεδύσαντο σάκκουςἀπὸ μεγάλου αὐτῶν ἕως μικροῦ αὐτῶν. Καὶἤγγισεν ὁ λόγος πρὸς τὸν βασιλέα τῆς Νινευή,καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου αὐτοῦ καὶπεριείλετο τὴν στολὴν αὐτοῦ ἀφ᾿ ἑαυτοῦ καὶπεριεβάλετο σάκκον καὶ ἐκάθισεν ἐπὶ σποδοῦ.

    Μ. ΣΑΒΒΑΤΟ ΠΡΩἸ ΕΣΠΕΡΙΝΟΣ & Θ. ΛΕΙΤΟΥΡΓΙΑ Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    29/84

    29

    Καὶ ἐκηρύχθη καὶ ἐρρέθη ἐν τῇ Νινευὴ παρὰτοῦ βασιλέως καὶ παρὰ τῶν μεγιστάνων αὐτοῦλέγων· οἱ ἄνθρωποι καὶ τὰ κτήνη καὶ οἱ βόες

    καὶ τὰ πρόβατα μὴ γευσάσθωσαν μηδὲνεμέσθωσαν μηδὲ ὕδωρ πιέτωσαν. Καὶπεριεβάλλοντο σάκκους οἱ ἄνθρωποι καὶ τὰκτήνη, καὶ ἀνεβόησαν πρὸς τὸν Θεὸν ἐκτενῶς·καὶ ἀπέστρεψαν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτῶντῆς πονηρᾶς καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶναὐτῶν λέγοντες· τίς οἶδεν εἰ μετανοήσει ὁ Θεὸςκαὶ ἀποστρέψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ καὶ οὐμὴ ἀπολώμεθα; Καὶ εἶδεν ὁ Θεὸς τὰ ἔργααὐτῶν, ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὐτῶντῶν πονηρῶν, καὶ μετενόησεν ὁ Θεὸς ἐπὶ τῇκακίᾳ, ᾗ ἐλάλησε τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκἐποίησε. Καὶ ἐλυπήθη Ἰωνᾶς λύπην μεγάληνκαὶ συνεχύθη, καὶ προσηύξατο πρὸς Κύριον καὶεἶπεν· Ὦ Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου ἔτιὄντος μου ἐν τῇ γῇ μου; διὰ τοῦτο προέφθασατοῦ φυγεῖν εἰς Θαρσίς, διότι ἔγνων ὅτι σὺἐλεήμων καὶ οἰκτίρμων, μακρόθυμος καὶπολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. Καὶνῦν, δέσποτα Κύριε, λάβε τὴν ψυχήν μου ἀπ᾿ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με μᾶλλον, ἢ ζῆν

    Μ. ΣΑΒΒΑΤΟ ΠΡΩἸ ΕΣΠΕΡΙΝΟΣ & Θ. ΛΕΙΤΟΥΡΓΙΑ Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    30/84

    30

    με. Καὶ εἶπε Κύριος πρὸς Ἰωνᾶν· εἰ σφόδραλελύπησαι σύ; Καὶ ἐξῆλθεν Ἰωνᾶς ἐκ τῆςπόλεως καὶ ἐκάθισεν ἀπέναντι τῆς πόλεως· καὶ

    ἐποίησεν ἑαυτῷ ἐκεῖ σκηνὴν καὶ ἐκάθητοὑποκάτω αὐτῆς, ἕως οὗ ἀπίδῃ τί ἔσται τῇπόλει. Καὶ προσέταξε Κύριος ὁ Θεὸςκολοκύνθῃ, καὶ ἀνέβη ὑπὲρ κεφαλῆς τοῦ Ἰωνᾶτοῦ εἶναι σκιὰν ὑπεράνω τῆς κεφαλῆς αὐτοῦτοῦ σκιάζειν αὐτῷ ἀπὸ τῶν κακῶν αὐτοῦ. καὶἐχάρη Ἰωνᾶς ἐπὶ τῇ κολοκύνθῃ χαρὰν μεγάλην.Καὶ προσέταξεν ὁ Θεὸς σκώληκι ἑωθινῇ τῇἐπαύριον, καὶ ἐπάταξε τὴν κολοκύνθαν, καὶἀπεξηράνθη. Καὶ ἐγένετο ἅμα τῷ ἀνατεῖλαι τὸνἥλιον καὶ προσέταξεν ὁ Θεὸς πνεύματι καύσωνισυγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴνκεφαλὴν τοῦ Ἰωνᾶ· καὶ ὠλιγοψύχησε καὶἐπελέγετο τὴν ψυχὴν αὐτοῦ καὶ εἶπε· καλόν μοιἀποθανεῖν με ἢ ζῆν. Καὶ εἶπεν ὁ Θεὸς πρὸςἸωνᾶν· εἰ σφόδρα λελύπησαι σὺ ἐπὶ τῇκολοκύνθῃ; καὶ εἶπε· σφόδρα λελύπημαι ἐγὼἕως θανάτου. Καὶ εἶπε Κύριος· σὺ ἐφείσω ὑπὲρτῆς κολοκύνθης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας ἐπ᾿αὐτὴν οὐδὲ ἐξέθρεψας αὐτήν, ἣ ἐγενήθη ὑπὸνύκτα καὶ ὑπὸ νύκτα ἀπώλετο. Ἐγὼ δὲ οὐ

    Μ. ΣΑΒΒΑΤΟ ΠΡΩἸ ΕΣΠΕΡΙΝΟΣ & Θ. ΛΕΙΤΟΥΡΓΙΑ Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    31/84

    31 

    φείσομαι ὑπὲρ Νινευὴ τῆς πόλεως τῆς μεγάλης,ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδεςἀνθρώπων, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν ἢ

    ἀριστερὰν αὐτῶν, καὶ κτήνη πολλά;Προφητείας Δανιὴλ τὸ Ἀνάγνωσμα

    ΔΙΑΚΟΝΟΣ: Σοφία. Πρόσχωμεν.ΑΝΑΓΝΩΣΤΗΣ

    (Κέφ. Γ΄, 1-23 καὶ Ὕμνου Τριῶν Παίδων 1-33)

    Ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονόσορ ὁβασιλεὺς ἐποίησεν εἰκόνα χρυσῆν, ὕψος αὐτῆςπήχεων ἑξήκοντα, εὖρος αὐτῆς πήχεων ἕξ, καὶἔστησεν αὐτὴν ἐν πεδίῳ Δεειρᾷ, ἐν χώρᾳΒαβυλῶνος. Καὶ ἀπέστειλε συναγαγεῖν τοὺςὑπάτους καὶ τοὺς στρατηγοὺς καὶ τοὺςτοπάρχας, ἡγουμένους τε καὶ τυράννους καὶτοὺς ἐπ' ἐξουσιῶν καὶ πάντας τοὺς ἄρχονταςτῶν χωρῶν ἐλθεῖν εἰς τὰ ἐγκαίνια τῆς εἰκόνος,ἣν ἔστησε Ναβουχοδονόσορ ὁ βασιλεύς. Καὶσυνήχθησαν οἱ τοπάρχαι, ὕπατοι, στρατηγοί,ἡγούμενοι, τύραννοι μεγάλοι, οἱ ἐπ' ἐξουσιῶνκαὶ πάντες οἱ ἄρχοντες τῶν χωρῶν εἰς τὸνἐγκαινισμὸν τῆς εἰκόνος, ἣν ἔστησε

    Ναβουχοδονόσορ ὁ βασιλεύς, καὶ εἱστήκεισανἐνώπιον τῆς εἰκόνος. Καὶ ὁ κήρυξ ἐβόα ἐν ἰσχύΐ·

    Μ. ΣΑΒΒΑΤΟ ΠΡΩἸ ΕΣΠΕΡΙΝΟΣ & Θ. ΛΕΙΤΟΥΡΓΙΑ Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    32/84

    32

    ὑμῖν λέγεται, λαοί, φυλαί, γλῶσσαι· ᾗ ἂν ὥρᾳἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τεκαὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου,

    συμφωνίας καὶ παντὸς γένους μουσικῶν,πίπτοντες προσκυνεῖτε τῇ εἰκόνι τῇ χρυσῇ, ᾗἔστησε Ναβουχοδονόσορ ὁ βασιλεύς· καὶ ὃς ἂνμὴ πεσὼν προσκυνήσῃ, αὐτῇ τῇ ὥρᾳἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴνκαιομένην. Καὶ ἐγένετο ὅταν ἤκουον οἱ λαοὶ τῆςφωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας,σαμβύκης τε καὶ ψαλτηρίου καὶ συμφωνίας καὶπαντὸς γένους μουσικῶν, πίπτοντες πάντες οἱλαοί, φυλαί, γλῶσσαι, προσεκύνουν τῇ εἰκόνι τῇχρυσῇ, ᾗ ἔστησε Ναβουχοδονόσορ ὁ βασιλεύς.Τότε προσήλθοσαν ἄνδρες Χαλδαῖοι καὶδιέβαλον τοὺς ᾿Ιουδαίους τῷ βασιλεῖΝαβουχοδονόσορ· βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι.Σὺ βασιλεῦ, ἔθηκας δόγμα πάντα ἄνθρωπον, ὃςἂν ἀκούσῃ τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγόςτε καὶ κιθάρας, σαμβύκης καὶ ψαλτηρίου καὶσυμφωνίας καὶ παντὸς γένους μουσικῶν καὶ μὴπεσὼν προσκυνήσῃ τῇ εἰκόνι τῇ χρυσῇ,ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴνκαιομένην. Εἰσὶν ἄνδρες ᾿Ιουδαῖοι, οὓς

    Μ. ΣΑΒΒΑΤΟ ΠΡΩἸ ΕΣΠΕΡΙΝΟΣ & Θ. ΛΕΙΤΟΥΡΓΙΑ Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    33/84

    33

    κατέστησας ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος,Σεδράχ, Μισάχ, ᾿Αβδεναγώ, οἳ οὐχ ὑπήκουσαν,βασιλεῦ, τῷ δόγματί σου, τοῖς θεοῖς σου οὐ

    λατρεύουσι, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας,οὐ προσκυνοῦσι. Τότε Ναβουχοδονόσορ ἐνθυμῷ καὶ ὀργῇ εἶπεν ἀγαγεῖν τὸν Σεδράχ,Μισὰχ καὶ ᾿Αβδεναγώ, καὶ ἤχθησαν ἐνώπιον τοῦβασιλέως. Καὶ ἀπεκρίθη Ναβουχοδονόσορ καὶεἶπεν αὐτοῖς· εἰ ἀληθῶς Σεδράχ, Μισάχ, ᾿Αβδεναγώ, τοῖς θεοῖς μου οὐ λατρεύετε καὶ τῇεἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησα, οὐ προσκυνεῖτε; Νῦνοὖν εἰ ἔχετε ἑτοίμως, ἵνα ὡς ἂν ἀκούσητε τῆςφωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας,σαμβύκης τε καὶ ψαλτηρίου καὶ συμφωνίας καὶπαντὸς γένους μουσικῶν, πεσόντεςπροσκυνήσητε τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἐποίησα·ἐὰν δὲ μὴ προσκυνήσητε, αὐτῇ τῇ ὥρᾳἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴνκαιομένην. καὶ τίς ἐστι Θεός, ὃς ἐξελεῖται ὑμᾶςἐκ τῶν χειρῶν μου; Καὶ ἀπεκρίθησαν Σεδράχ,Μισάχ, ᾿Αβδεναγὼ λέγοντες τῷ βασιλεῖΝαβουχοδονόσορ· οὐ χρείαν ἔχομεν ἡμεῖς περὶτοῦ ρήματος τούτου ἀποκριθῆναί σοι· ἔστι γὰρΘεὸς ἡμῶν ἐν οὐρανοῖς, ᾧ ἡμεῖς λατρεύομεν,

    Μ. ΣΑΒΒΑΤΟ ΠΡΩἸ ΕΣΠΕΡΙΝΟΣ & Θ. ΛΕΙΤΟΥΡΓΙΑ Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    34/84

    34 

    δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦπυρὸς τῆς καιομένης, καὶ ἐκ τῶν χειρῶν σου,βασιλεῦ, ρύσεται ἡμᾶς· καὶ ἐὰν μή, γνωστὸν

    ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐλατρεύομεν καὶ τῇ εἰκόνι, ᾗ ἔστησας, οὐπροσκυνοῦμεν. Τότε Ναβουχοδονόσορ ἐπλήσθηθυμοῦ, καὶ ἡ ὄψις τοῦ προσώπου αὐτοῦἠλλοιώθη ἐπὶ Σεδράχ, Μισὰχ καὶ ᾿Αβδεναγώ,καὶ εἶπεν ἐκκαῦσαι τὴν κάμινον ἑπταπλασίως,ἕως οὗ εἰς τέλος ἐκκαῇ· καὶ ἄνδρας ἰσχυροὺςἰσχύϊ εἶπε πεδήσαντας τὸν Σεδράχ, Μισὰχ καὶ ᾿Αβδεναγὼ ἐμβαλεῖν εἰς τὴν κάμινον τοῦ πυρὸςτὴν καιομένην. Τότε οἱ ἄνδρες ἐκεῖνοιἐπεδήθησαν σὺν τοῖς σαραβάροις αὐτῶν καὶτιάραις καὶ περικνημίσι καὶ ἐβλήθησαν εἰς τὸμέσον τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης,ἐπεὶ τὸ ρῆμα τοῦ βασιλέως ὑπερίσχυσε καὶ ἡκάμινος ἐξεκαύθη ἐκ περισσοῦ. Καὶ οἱ τρεῖςοὗτοι, Σεδράχ, Μισὰχ καὶ ᾿Αβδεναγώ, ἔπεσονεἰς μέσον τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένηςπεπεδημένοι. καὶ περιεπάτουν ἐν μέσῳ τῆςφλογὸς ὑμνοῦντες τὸν Θεὸν καὶ εὐλογοῦντες τὸνΚύριον. Καὶ συστὰς ᾿Αζαρίας προσύξατο οὕτωςκαὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐν μέσῳ τοῦ πυρὸς

    Μ. ΣΑΒΒΑΤΟ ΠΡΩἸ ΕΣΠΕΡΙΝΟΣ & Θ. ΛΕΙΤΟΥΡΓΙΑ Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    35/84

    35

    εἶπεν· Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν πατέρωνἡμῶν, καὶ αἰνετός, καὶ δεδοξασμένον τὸ ὄνομάσου εἰς τοὺς αἰῶνας, ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν,

    οἷς ἐποίησας ἡμῖν, καὶ πάντα τὰ ἔργα σουἀληθινά, καὶ εὐθεῖαι αἱ ὁδοί σου, καὶ πᾶσαι αἱκρίσεις σου ἀλήθεια, καὶ κρίματα ἀληθείαςἐποίησας κατὰ πάντα, ἃ ἐπήγαγες ἡμῖν καὶ ἐπὶτὴν πόλιν τὴν ἁγίαν τὴν τῶν πατέρων ἡμῶν῾Ιερουσαλήμ, ὅτι ἐν ἀληθείᾳ καὶ κρίσειἐπήγαγες ταῦτα πάντα, διὰ τὰς ἁμαρτίας ἡμῶν.Ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸσοῦ καὶ ἐξημάρτομεν ἐν πᾶσι καὶ τῶν ἐντολῶνσου οὐκ ἠκούσαμεν, οὐδὲ συνετηρήσαμεν οὐδὲἐποιήσαμεν καθὼς ἐνετείλω ἡμῖν, ἵνα εὖ ἡμῖνγένηται. Καὶ πάντα, ὅσα ἐπήγαγες ἡμῖν καὶπάντα ὅσα ἐποίησας ἡμῖν, ἐν ἀληθινῇ κρίσειἐποίησας καὶ παρέδωκας ἡμᾶς εἰς χεῖραςἐχθρῶν ἀνόμων, ἐχθίστων ἀποστατῶν, καὶβασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴνγῆν. Καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα·αἰσχύνη καὶ ὄνειδος ἐγενήθημεν τοῖς δούλοιςσου καὶ τοῖς σεβομένοις σε. Μὴ δὴ παραδῴηςἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου καὶ μὴδιασκεδάσῃς τὴν διαθήκην σου καὶ μὴ

    Μ. ΣΑΒΒΑΤΟ ΠΡΩἸ ΕΣΠΕΡΙΝΟΣ & Θ. ΛΕΙΤΟΥΡΓΙΑ Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    36/84

    36

    ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν διὰ ῾Αβραὰμτὸν ἠγαπημένον ὑπὸ σοῦ καὶ διὰ ᾿Ισαὰκ τὸνδοῦλόν σου καὶ ᾿Ισραὴλ τὸν ἅγιόν σου, οἷς

    ἐλάλησας πληθῦναι τὸ σπέρμα αὐτῶν ὡς τὰἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰτὸ χεῖλος τῆς θαλάσσης. Ὅτι, δέσποτα,ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη καί ἐσμενταπεινοὶ ἐν πάσῃ τῇ γῇ σήμερον διὰ τὰςἁμαρτίας ἡμῶν, καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷτούτῳ ἄρχων καὶ προφήτης καὶ ἡγούμενος, οὐδὲὁλοκαύτωσις οὐδὲ θυσία οὐδὲ προσφορὰ οὐδὲθυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σουκαὶ εὑρεῖν ἔλεος· ἀλλ' ἐν ψυχῇ συντετριμμένῃκαὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν ὡςἐν ὁλοκαυτώμασι κριῶν καὶ ταύρων καὶ ὡς ἐνμυριάσιν ἀρνῶν πιόνων, οὕτως γενέσθω ἡ θυσίαἡμῶν ἐνώπιόν σου σήμερον καὶ ἐκτελέσαιὄπισθέν σου, ὅτι οὐκ ἔσται αἰσχύνη τοῖςπεποιθόσιν ἐπὶ σέ. Καὶ νῦν ἐξακολουθοῦμεν ἐνὅλῃ καρδίᾳ καὶ φοβούμεθά σε καὶ ζητοῦμεν τὸπρόσωπόν σου, μὴ καταισχύνῃς ἡμᾶς, ἀλλὰποίησον μεθ' ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου καὶκατὰ τὸ πλῆθος τοῦ ἐλέους σου καὶ ἐξελοῦἡμᾶς κατὰ τὰ θαυμάσιά σου καὶ δὸς δόξαν τῷ

    Μ. ΣΑΒΒΑΤΟ ΠΡΩἸ ΕΣΠΕΡΙΝΟΣ & Θ. ΛΕΙΤΟΥΡΓΙΑ Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    37/84

    37

    ὀνόματί σου, Κύριε. καὶ ἐντραπείησαν πάντες οἱἐνδεικνύμενοι τοῖς δούλοις σου κακὰ καὶκαταισχυνθείησαν ἀπὸ πάσης δυναστείας, καὶ ἡ

    ἰσχὺς αὐτῶν συντριβείη· καὶ γνώτωσαν ὅτι σὺ εἶΚύριος Θεὸς μόνος καὶ ἔνδοξος ἐφ' ὅλην τὴνοἰκουμένην. Καὶ οὐ διέλιπον οἱ ἐμβάλλοντεςαὐτοὺς ὑπηρέται τοῦ βασιλέως καίοντες τὴνκάμινον νάφθαν καὶ πίσσαν καὶ στυππίον καὶκληματίδα. Καὶ διεχεῖτο ἡ φλὸξ ἐπάνω τῆςκαμίνου ἐπὶ πήχεις τεσσαρακονταεννέα. Καὶδιώδευσε καὶ ἐνεπύρισεν οὕς εὗρε περὶ τὴνκάμινον τῶν Χαλδαίων. Ὁ δὲ ἄγγελος Κυρίουσυγκατέβη ἅμα τοῖς περὶ τὸν ᾿Αζαρίαν εἰς τὴνκάμινον καὶ ἐξετίναξε τὴν φλόγα τοῦ πυρὸς ἐκτῆς καμίνου καὶ ἐποίησε τὸ μέσον τῆς καμίνουὡς πνεῦμα δρόσου διασυρίζον, καὶ οὐχ ἥψατοαὐτῶν τὸ καθόλου τὸ πῦρ καὶ οὐκ ἐλύπησενοὐδὲ παρηνώχλησεν αὐτοῖς. Τότε οἱ τρεῖς ὡς ἐξἑνὸς στόματος ὕμνουν καὶ ἐδόξαζον καὶηὐλόγουν τὸν Θεὸν ἐν τῇ καμίνῳ λέγοντες·Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν,καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺςαἰῶνας, καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξηςσου τὸ ἅγιον καὶ ὑπεραινετὸν καὶ

    Μ. ΣΑΒΒΑΤΟ ΠΡΩἸ ΕΣΠΕΡΙΝΟΣ & Θ. ΛΕΙΤΟΥΡΓΙΑ Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    38/84

    38

    ὑπερυψούμενον εἰς πάντας τοὺς αἰῶνας.εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σουκαὶ ὑπερύμνητος καὶ ὑπερένδοξος εἰς τοὺς

    αἰῶνας. Εὐλογημένος εἶ ὁ ἐπιβλέπων ἀβύσσους,καθήμενος ἐπὶ Χερουβὶμ καὶ αἰνετὸς καὶὑπερυψούμενος εἰς τοὺς αἰῶνας. Εὐλογημένοςεἶ ἐπὶ θρόνου τῆς βασιλείας σου καὶὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺςαἰῶνας. Εὐλογημένος εἶ ἐν τῷ στερεώματι τοῦοὐρανοῦ, ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰςτοὺς αἰῶνας.

    Ἀνιστάμενοι δέ ἐνταῦθα ψάλλομενεἰς Ἦχον α΄

    Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰςπάντας τοὺς αἰῶνας.

    Μ. ΣΑΒΒΑΤΟ ΠΡΩἸ ΕΣΠΕΡΙΝΟΣ & Θ. ΛΕΙΤΟΥΡΓΙΑ Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    39/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    40/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    41/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    42/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    43/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    44/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    45/84

     45

    ΙΕΡΕΥΣ: Ὁ   Θεὸς ὁ Ἅγιος, ὁ ἐν ἁγίοιςἀναπαυόμενος, ὁ τρισαγίῳ φωνῇ ὑπό τῶνΣεραφεὶμ ἀνυμνούμενος καὶ ὑπό τῶνΧερουβεὶμ δοξολογούμενος, καὶ ὑπὸ πάσηςἐπουρανίου δυνάμεως προσκυνούμενος ὁ ἐκ τοῦμὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα παραγαγών, ὁκτίσας τὸν ἄνθρωπον κατ' εἰκόνα σὴν καὶὁμοίωσιν καὶ παντί σου χαρίσματικατακοσμήσας, ὁ διδοὺς αἰτοῦντι σοφίαν καὶσύνεσιν, καὶ μὴ παρορῶν ἁμαρτάνοντα, ἀλλὰθέμενος ἐπὶ σωτηρίᾳ μετάνοιαν, ὁ καταξιώσαςἡμᾶς, τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλουςσου, καὶ ἐν τῇ ὥρᾳ ταύτῃ στῆναι κατενώπιοντῆς δόξης τοῦ ἁγίου σου θυσιαστηρίου, καὶ τὴνὀφειλομένην σοι προσκύνησιν καὶ δοξολογίανπροσάγειν, Αὐτός, Δέσποτα, πρόσδεξαι καὶ ἐκστόματος ἡμῶν τῶν ἁμαρτωλῶν τὸν Τρισάγιονὕμνον καὶ ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητίσου. Συγχώρησον ἡμῖν πᾶν πλημμέλημα,ἑκούσιόν τε καὶ ἀκούσιον, ἁγίασον ἡμῶν τὰςψυχὰς καὶ τα σώματα καὶ δὸς ἡμῖν ἐν ὁσιότητιλατρεύειν σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν,πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντωντῶν Ἁγίων, τῶν ἀπ' αἰῶνός σοι

    Μ. ΣΑΒΒΑΤΟ ΠΡΩἸ ΕΣΠΕΡΙΝΟΣ & Θ. ΛΕΙΤΟΥΡΓΙΑ Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    46/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    47/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    48/84

     48

    ΑΝΑΓΝΩΣΤΗΣ:Προκείμενον: Πᾶσα ἡ γῆ Προσκυνησάτωσάν

    σοι, καὶ ψαλάτωσάν σοι.ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.ΑΝΑΓΝΩΣΤΗΣ:   Ἀλαλάξατε τῶ Κυρίω

    πᾶσα ἡ γῆ.

    ΔΙΑΚΟΝΟΣ: Σοφία.

    ΑΝΑΓΝΩΣΤΗΣ: Πρὸς Ῥωμαίους ἘπιστολῆςΠαύλου τὸ ἈνάγνωσμαΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.

    ΑΝΑΓΝΩΣΤΗΣ(Κεφ. ς΄, 3-11)

     Ἀδελφοί, ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν,εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν.Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματοςεἰς τὸν θάνατον, ἵνα, ὥσπερ ἡγέρθη Χριστὸς ἐκνεκρῶν διὰ τῆς δόξης τοῦ Πατρός, οὕτω καὶ

    ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Εἰ γὰρσύμφυτοι γεγόναμεν τῶ Ὁμοιώματι τοῦθανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεωςἐσόμεθα, τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸςἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ

    τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύεινἡμᾶς τὴ ἁμαρτία. Ὁ γὰρ ἀποθανὼν δεδικαίωται

    Μ. ΣΑΒΒΑΤΟ ΠΡΩἸ ΕΣΠΕΡΙΝΟΣ & Θ. ΛΕΙΤΟΥΡΓΙΑ Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    49/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    50/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    51/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    52/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    53/84

    53

    Εὐαγγελίου τὸ ἀνάγνωσμα.ΙΕΡΕΥΣ: Πρόσχωμεν.ΧΟΡΟΣ: Δόξα σοι, Κύριε, δόξα σοι.ΙΕΡΕΥΣ: Ἐκ τοῦ κατὰ Ματθαῖον...(κη΄1-20)

    ᾿Οψὲ Σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίανΣαββάτων, ἦλθε Μαρία ἡ Μαγδαληνὴ, καὶ ἡἄλλη Μαρία, θεωροῦσαι τὸν τάφον Καὶ ἰδοὺ,σεισμὸς ἐγένετο μέγας· Ἄγγελος γὰρ Κυρίου,καταβὰς ἐξ οὐρανοῦ, προσελθὼν ἀπεκύλισε τὸνλίθον ἀπὸ τῆς θύρας, καὶ ἐκάθητο ἐπάνω αὐτοῦ·ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ, καὶ τὸ ἔνδυμααὐτοῦ λευκὸν ὡσεὶ χιών. Ἀπὸ δὲ τοῦ φόβουαὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες, καὶ ἐγένοντοὡσεὶ νεκροί. Ἀποκριθεὶς δὲ ὁ Ἄγγελος, εἶπεταῖς γυναιξί· μὴ φοβεῖσθε ὑμεῖς· οἶδα γὰρ, ὅτι ᾿Ιησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· οὐκ ἔστινὧδε· ἠγέρθη γὰρ, καθὼς εἶπε· δεῦτε, ἴδετε τὸντόπον, ὅπου ἔκειτο ὁ Κύριος. Καὶ ταχὺπορευθεῖσαι, εἴπατε τοῖς Μαθηταῖς αὐτοῦ, ὅτιἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ, προάγει ὑμᾶςεἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺ,εἶπον ὑμῖν. Καὶ ἐξελθοῦσαι ταχὺ ἀπὸ τοῦ

    μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης,ἔδραμον ἀπαγγεῖλαι τοῖς Μαθηταῖς αὐτοῦ. Ὡς

    Μ. ΣΑΒΒΑΤΟ ΠΡΩἸ ΕΣΠΕΡΙΝΟΣ & Θ. ΛΕΙΤΟΥΡΓΙΑ Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    54/84

    54 

    δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς Μαθηταῖςαὐτοῦ, καὶ ἰδοὺ, ὁ ᾿Ιησοῦς ἀπήντησεν αὐταῖςλέγων· Χαίρετε. Αἱ δὲ προσελθοῦσαι,

    ἐκράτησαν αὐτοῦ τοὺς πόδας, καὶπροσεκύνησαν αὐτῷ. Τότε λέγει αὐταῖς ὁ ᾿Ιησοῦς· Μὴ φοβεῖσθε· ὑπάγετε, ἀπαγγείλατετοῖς ἀδελφοῖς μου, ἵνα ἀπέλθωσιν εἰς τὴνΓαλιλαίαν, κἀκεῖ με ὄψονται. Πορευομένων δὲαὐτῶν, ἰδού, τινες τῆς κουστωδίας, ἐλθόντες εἰςτὴν Πόλιν, ἀπήγγειλαν τοῖς Ἀρχιερεῦσιν ἅπαντατὰ γενόμενα. Καὶ συναχθέντες μετὰ τῶνΠρεσβυτέρων, συμβούλιόν τε λαβόντες, ἀργύριαἱκανὰ ἔδωκαν τοῖς στρατιώταις, λέγοντες·Εἴπατε, ὅτι οἱ Μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες,ἔκλεψαν αὐτὸν, ἡμῶν κοιμωμένων. Καὶ ἐὰνἀκουσθῇ τοῦτο ἐπὶ τοῦ Ἡγεμόνος, ἡμεῖςπείσομεν αὐτὸν, καὶ ὑμᾶς ἀμερίμνουςποιήσομεν. Οἱ δὲ λαβόντες τὰ ἀργύρια,ἐποίησαν ὡς ἐδιδάχθησαν. Καὶ διεφημίσθη ὁλόγος οὗτος παρὰ ᾿Ιουδαίοις μέχρι τῆς σήμερον.Οἱ δὲ ἕνδεκα Μαθηταὶ ἐπορεύθησαν εἰς τὴνΓαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ ᾿Ιησοῦς. Καὶ ἰδόντες αὐτὸν προσεκύνησαναὐτῷ, οἱ δὲ ἐδίστασαν. Καὶ προσελθὼν ὁ

    Μ. ΣΑΒΒΑΤΟ ΠΡΩἸ ΕΣΠΕΡΙΝΟΣ & Θ. ΛΕΙΤΟΥΡΓΙΑ Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    55/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    56/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    57/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    58/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    59/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    60/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    61/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    62/84

    62

    καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶΜαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.

    Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ ΠοντίουΠιλάτου καὶ παθόντα, καὶ ταφέντα.

    Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰςΓραφάς.

    Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ

    καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.

    Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναιζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσταιτέλος.

    Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸσὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶσυνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν.

    Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν

    Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν

    ἁμαρτιῶν.

    Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν

    τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

    Μ. ΣΑΒΒΑΤΟ ΠΡΩἸ ΕΣΠΕΡΙΝΟΣ & Θ. ΛΕΙΤΟΥΡΓΙΑ Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    63/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    64/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    65/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    66/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    67/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    68/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    69/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    70/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    71/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    72/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    73/84

    73

    Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,ἁγιασθήτω τὸ ὄνομά σου,

    ἐλθέτω ἡ βασιλεία σου,γενηθήτω τὸ θέλημά σου,

    ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον

    δὸς ἡμῖν σήμερον,

    καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν,καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν,

    ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.ΕΙΣ ΑΓΙΟΣ

    Ἦχος Πα Ἐναρµόνιος

    Ει

    Π

    ει εις Α γι ος ει ει εις Κυ υ ρι

    ι ι ος Ι η σους Χρι στος εις δο ξαν Θε

    ου Πατρος α µην

    Μ. ΣΑΒΒΑΤΟ ΠΡΩἸ ΕΣΠΕΡΙΝΟΣ & Θ. ΛΕΙΤΟΥΡΓΙΑ Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    74/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    75/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    76/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    77/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    78/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    79/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    80/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    81/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    82/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    83/84

  • 8/16/2019 07-0-Μ.-Σάββατο-πρωί

    84/84

    Ἡ Μεταφορὰ Κειµένων - Καλλιτεχνικὴ ἐπιµέλεια ἔγινε µὲ τὸ πρόγραµµα «Μελωδός»

    τοῦ κ. Σάββα Παπαδόπουλουwww.melodos.com

    ἀπὸ τὸν Βασίλειο ΚιαµηλίδηἹεροψάλτη στὸν Ι.Ν. Ἁγίου Γεωργίου Κουλούρας Βέροιας.

    Μ. ΣΑΒΒΑΤΟ ΠΡΩἸ ΕΣΠΕΡΙΝΟΣ & Θ. ΛΕΙΤΟΥΡΓΙΑ Μ. ΒΑΣΙΛΕΙΟΥ