Θεσσαλονικεic a’ ΘΕΣΑΛΟΝΙΚΕΙC A Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσα-λονικέων ἐν θεῷ πατρὶ 1 καὶ κυ-ρίῳ Ἰησοῦ Χριστῷ, χάρις ὑμῖν καὶ εἰρήνη. 2 1 2Εὐχαριστοῦμεν τῷ θεῷ πάν- τοτε περὶ πάντων ὑμῶν μνεί-αν 3 ποιούμενοι ἐπὶ τῶν προ-σευχῶν ἡμῶν, ἀδιαλείπτως4 3μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως καὶ τοῦ κό-που τῆς ἀγάπης καὶ τῆς ὑπο-μονῆς τῆς ἐλπίδος5 τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔμπροσ-θεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν, 4εἰδότες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ [τοῦ]6 θεοῦ, τὴν ἐκλογὴν ὑμῶν, 5ὅτι τὸ εὐαγγέλιον 7 ἡμῶν οὐκ ἐγενήθη εἰς8 ὑμᾶς ἐν λόγῳ μό-νον ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν πνεύματι ἁγίῳ καὶ [ἐν]9 πληρο-φορίᾳ πολλῇ, καθὼς οἴδατε οἷοι ἐγενήθημεν [ἐν] ὑμῖν δι᾽ ὑμᾶς.